Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/407

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
805806
SCALA PARADISI. — GRADUS VII.

τὸν κύνα τῆς φιληδονίας λιθάζοντι, ὃς τῷ μὲν σχήματι τοῦτον διώκει· τῷ δὲ πράγματι παρεδρεύειν τοῦτον προτρέπεται. Γίνου σύννους ἀφιλένδεικτος, πρὸς τὴν ἑαυτοῦ καρδίαν ἐξεστηκώς. Δεδοίκασι γὰρ σύννοιαν οἱ δαίμονες, ὡς οἱ κλέπται τοὺς κύνας. Οὐκ ἔστιν ἡμῖν, ὦ οὗτοι, ἐνταῦθα ἡ τοῦ γάμου κλῆσις, οὐκ ἔστιν, οὔκουν· πάντως δὲ εἰς πένθος ἑαυτῶν ὁ καλέσας ἡμᾶς ἐνταῦθα ἐκάλεσε. Τινὲς (8) δακρύοντες, μηδὲν τὸ παράπαν ἐν τῷ καιρῷ τῷ μακαρίῳ λογίζεσθαι ἑαυτοὺς ἀκαίρως βιάζονται, μὴ λογιζόμενοι, ὅτι δάκρυον ἀνέννοιον ἀλόγου φύσεως ἴδιον, καὶ οὐ λογικῆς (9)· γέννημα ἐννοιῶν δάκρυον· πατὴρ δὲ ἐννοίας λογισμὸς καὶ νοῦς. Γινέσθω σοι ἡ ἐν τῇ κλίνῃ σου ἀνάκλισις τῆς ἐν τῷ τάφῳ σου κατακλίσεως τύπος, καὶ ἧττον ὑπνώσεις. Καὶ αὐτή σοι ἡ τῆς τραπέζης ἀπόλαυσις, τῆς τῶν σκωλήκων ἐκείνων ὀδυνηρᾶς τραπέζης γενέσθω ἀνάμνησις· καὶ ἧττον τρυφήσεις· μηδὲ τοῦ ποτοῦ τοῦ ὕδατος μεταλαμβάνων τῆς δίψης τῆς φλογὸς ἐκείνης ἀμνημονήσεις· καὶ πάντως βιάσῃ τὴν φύσιν. Ἐπὶ δὲ τῇ τοῦ ἐπιστατοῦντος ἡμῖν ἐντίμῳ ἀτιμίᾳ καὶ ἐπιπλήξει, καὶ ἐπιτιμίᾳ τῆς τοῦ κριτοῦ φοβερᾶς ἐννοηθῶμεν ἀποφάσεως· καὶ πάντως τὴν ἐπισπειρομένην ἄλογον λύπην καὶ πικρίαν πραότητι καὶ ὑπομονῇ, ὡς ἐν διστόμῳ μαχαίρᾳ κατασφάξομεν. Χρόνῳ σπανίζεται θάλασσα, ὥς φησιν ὁ Ἰὼβ, καὶ χρόνῳ καὶ ὑπομονῇ κατὰ μικρὸν τὰ εἰρημένα ἐν ἡμῖν προσγίνεται καὶ τελειοῦται. Πυρὸς αἰωνίου μνήμη καθ᾿ ἑσπέραν συγκοιμηθήτω σοι, καὶ συναναστήτω σοι· καὶ οὐ μή σου ῥᾳθυμία ἐν καιρῷ ψαλμῳδίας κυριεύσῃ ποτέ. Πεισάτω σε πρὸς ἐργασίαν πένθους, κἂν αὐτό σου τὸ ἔνδυμα. Πάντες γὰρ οἱ νεκροὺς θρηνοῦντες, μέλανα περιβάλλονται. Εἰ μὲν οὐ πενθεῖς, διὰ τοῦτο πένθει· εἰ δὲ πενθεῖς, διὰ τοῦτο θρήνει μᾶλλον, ὅτι ἐξ ἀπόνου τάξεως εἰς ἐπίπονον ἑαυτὸν κατήγαγες διὰ τῶν σῶν πταισμάτων κρίνεται πάντως παρὰ τῷ καλῷ καὶ δικαίῳ ἡμῶν κριτῇ, ὡς ἐν ἅπασι, καὶ ἐν τοῖς δάκρυσι ἡ τῆς φύσεως δύναμις. Εἶδον γὰρ μικρὰς σταγόνας δίκην αἵματος μετὰ πόνου προχεομένας· καὶ εἶδον πηγὰς ἀπόνως προχεομένας, καίπερ ἔγωγε κατὰ τὸν πόνον μᾶλλον, καὶ οὐ κατὰ τὸ δάκρυον τοὺς κάμνοντας ἔκρινα· οἶμαι δὲ καὶ ὁ Θεός. Οὐχ ἁρμόζει πενθοῦσι θεολογία· διαλύειν γὰρ αὐτῶν τὸ πένθος πέφυκεν. Ὁ μὲν γὰρ τῷ ἐπὶ θρόνου καθημένῳ διδασκαλικῷ ἔοικεν· ὁ δὲ, τῷ ἐπὶ κοπρίας καὶ σάκκου διατρίβοντι. Καὶ τοῦτό ἐστιν, ὡς οἶμαι, ὅπερ καὶ Δαυΐδ, εἰ καὶ διδάσκαλος καὶ σοφὸς ὑπῆρχεν, ἡνίκα ἐπένθει, πρὸς τοὺς ἐρωτῶντας ἀπεκρίνατο· Πῶς ᾄσω τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; ἤγουν, ἐμπαθείας. Καὶ ἐπὶ τῆς κτίσεως, καὶ ἐπὶ τῆς κατανύξεώς ἐστιν (10) αὐτοκίνητος καὶ ἑτεροκίνητος. Ὅταν ἡ ψυχὴ, καὶ ὑμῶν μὴ σπευσάντων, μηδὲ ἐπιτηδευσάντων δακρυώδης καὶ κάθυγρος καὶ ἠπία γένηται, δράμωμεν, ὁ γὰρ Κύριος ἀκλήτως ἐλήλυθε· σπόγγον ἡμῖν διδοὺς λύπης θεοφιλοῦς, καὶ ὕδωρ ἀναψύξεως δακρύων θεοσεβῶν πρὸς τὴν ἐξάλειψιν τῶν ἐν τῷ