Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/388

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
765768
S. JOANNIS CLIMACI

συνειδότος ὑπάρχοντες, μήτε κολασθῆναι, μήτε (7) τῆς βασιλείας ἀξιωθῆναι εἰλικρινῶς ἔλεγον· Καὶ ἀρκετὸν ἡμῖν, φασὶν, ἔστιν. Ἑώρακα ἐκεῖ ψυχὰς (8) ταπεινὰς [τεταπεινωμένας] καὶ συντετριμμένας, καὶ κατακαμπτομένας ὑπὸ τοῦ βάρους τοῦ φορτίου ὑπαρχούσας, καὶ αὐτὴν τὴν τῶν λίθων αἴσθησιν κατανύξαι δυναμένας, ἐπὶ ταῖς παρ᾿ αὐτῶν πρὸς Θεὸν βοωμέναις φωναῖς καὶ ῥήμασιν· ἔλεγον γὰρ κάτω εἰς γὴν νενευκότες· Οὕτως οἴδαμεν, οἴδαμεν ὅτι ἄξιοι λοιπὸν πάσης τιμωρίας καὶ κολάσεώς ἐσμεν, καὶ δικαίως· οὐδὲ γὰρ ἐξαρκοῦμεν λοιπὸν πρὸς ἀπολογίαν τοῦ πλήθους τοῦ ἡμετέρου χρέους, οὐδ᾿ ἂν πᾶσαν τὴν οἰκουμένην ὑπὲρ ἡμῶν πενθοῦσαν συγκαλέσωμεν. Ἐκεῖνο δὲ μόνον ἐρωτῶμεν, ἐκεῖνο δυσωποῦμεν, ἐκεῖνο ἱκετεύομεν λοιπόν· Μὴ τῷ θυμῷ [σου]ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃ ἡμᾶς. Ἀλλὰ φειδομένως, καὶ ἀρκετὸν ἡμῖν τῆς πολλῆς σου ἀπειλῆς, καὶ βασάνων ἀνωνύμων καὶ ἀποκρύφων ἐλευθερωθῆναι· εἰς τέλος γὰρ ἄφεσιν αἰτήσασθαι, οὐ τολμῶμεν. Πῶς γὰρ οἱ τὸ ἑαυτῶν ἐπάγγελμα μὴ φυλάξαντες ἄμωμον, ἀλλὰ τοῦτο μετὰ τὴν προτέραν φιλανθρωπίαν, καὶ ἄφεσιν ῥυπώσαντες; Ἦν ἐκεῖ τὰ τοῦ Δαυῒδ ἐναργῶς θεάσασθαι ῥήματα, ταλαιπωροῦντας ἰδέσθαι, κατακαμπτομένους ἕως τέλους τῆς ἑαυτῶνζωῆς· ὅλην τὴν ἡμέραν σκυθρωπάζοντας πορευομένους· προσόζοντας καὶ σεσημμένους σώματος μώλωπας, καὶ ἀνεπιμελήτους ὑπάρχοντας, ἐπιλανθανομένους τοῦ φαγεῖν τὸν ἄρτον αὐτῶν· τὸ δὲ πόμα τοῦ ὕδατος μετὰ κλαυθμοῦ κιρνῶντας· καὶ σποδὸν, καὶ τέφραν ἀντὶ ἄρτου ἐσθίοντας· καὶ κεκολλημένα ἔχοντας τὰ ὀστᾶ τῇ σαρκί· καὶ αὐτοὺς ὡσεὶ χόρτος ἐξηραμμένους. Οὐδὲν ἦν ἕτερον παρ᾿ αὐτοῖς ἀκούειν, εἰ μὴ ταῦτα τὰ ῥήματα· Οὐαὶ, οὐαὶ, οἵ μοι, οἴμοι, δικαίως, δικαίως· φεῖσαι, φεῖσαι, Δέσποτα. Οἱ μὲν ἔλεγον· Ἐλέησον, ἐλέησον· οἱ δὲ πάλιν ἔτι ἐλεεινότερον· Συγχώρησον, Δέσποτα, συγχώρησον ἐὰν ἐνδέχεται. Ἦν ἐν ἐκείνοις γλώσσας φλεγομένας ἰδέσθαι, καὶ δίκην κυνῶν τοῦ στόματος προβαλλομένας. Οἱ μὲν ἐν τῷ καύσωνι ἑαυτοὺς ἐτιμώρουν· οἱ δὲ ἐν τῷ ψύχει ἑαυτοὺς ἐβασάνιζον. Ἔνιοι μὲν μικρὸν τοῦ ὕδατος ἀπογευόμενοι, ἐπαύοντο, ὅσον μόνον μὴ ἐκ δίψης ἀποθνήσκειν· οἱ δὲ τοῦ ἄρτου μικρὸν μεταλαμβάνοντες, τοῦτον τῇ χειρὶ μακρὰν ἀπέῤῥιπτον, ἀναξίους ἑαυτοὺς λέγοντες λογικῆς βρώσεως ὡς τὰ τῶν ἀλόγων διαπραξαμένους. Ποῦ ἐν ἐκείνοις γέλωτος ἐμφάνεια; ποῦ ἀργολογία; ποῦ θυμός; ποῦ ὀργή; Οὐδὲ εἰ ἔστιν ὀργὴ παρ᾿ ἀνθρώποις λοιπὸν ἠπίσταντο· τοῦ πένθους εἰς τέλος τὸν θυμὸν ἀπολέσαντος. Ποῦ ἀντιλογία; ποῦ ἑορτή; ποῦ παῤῥησία; ποῦ θεραπεία σώματος; ποῦ ἴχνος κενοδοξίας; ποῦ τρυφῆς λοιπὸν ἐλπίς; ποῦ οἴνου ἔννοια; ποῦ ὀπώρας γεῦσις; ποῦ χύτρας παράκλησις; ποῦ λάρυγγος γλυκασμός; Πάντων γὰρ τούτων λοιπὸν ἐν τῷ νῦν αἰῶνι ἡ ἐλπὶς παρ᾿ ἐκείνοις ἐσβέσθη. Ποῦ ἐν ἐκείνοις μέριμνα ἐπιγείου τινός; ποῦ κρῖναί τινα