Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/368

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
727728
S. JOANNIS CLIMACI

συμφέρον εἰς Θεὸν, καὶ μὴ εἰς πατέρα ἡμῶν ἁμαρτῆσαι· Θεοῦ μὲν γὰρ παροργισθέντος, ὁ ἡμῶν ὁδηγὸς καταλλάξαι αὐτὸν πρὸς ὑμᾶς δύναται, τούτου δὲ ὑφ᾿ ἡμῶν παραχθέντος, τινὰ τὸν ἐξιλεούμενον λοιπὸν ὑπὲρ ἡμῶν οὐκ ἔχομεν. Ἐμοὶ δὲ δοκεῖ εἰς μίαν δόξαν ἀνατρέχειν τὰ ἀμφότερα. Σκοπήσωμεν καὶ διακρίνωμεν, καὶ νήψωμεν· ποτὲ μὲν κατηγορούμενοι πρὸς τὸν ποιμένα εὐχαρίστως ὑπομένειν, καὶ ἡσυχίως ὀφείλομεν· ποτὲ δὲ πρὸς αὐτὸν πληροφορίαν ποιήσασθαι. Ἐμοὶ δοκεῖ ἐπὶ πᾶσι μὲν τοῖς ἀτιμίαν ἡμῖν προξενοῦσι σιωπᾷν· κέρδους γὰρ ὥρα ἐστίν· ἐπὶ δὲ τοῖς εἰς πρόσωπον ἑτέρου ἀνατρέχουσιν ἀπολογεῖσθαι, διὰ τὸν σύνδεσμον τῆς ἀγάπης, καὶ τῆς ἀλύτου εἰρήνης. Ὅσοι ἐξ ὑπακοῆς ἀπεπήδησαν, οὗτοί σοι ἀναγγελοῦσι τὴν ταύτης ὠφέλειαν. Τότε γὰρ ἔγνωσαν ἐν ποίῳ οὐρανῷ ἵστανται. Ὁ πρὸς τὴν ἀπάθειαν καὶ τὸν Θεὸν τρέχων, πᾶσαν ἡμέραν, ἐν ᾗ οὐ λοιδορεῖται, πολλὴν ζημίαν λογίζεται, ὥσπερ τὰ δένδρα ὑπὸ τῶν ἀνέμων σειόμενα, βαθείας ῥίζας καταβάλλουσιν· οὕτω καὶ οἱ ἐν ὑπακοῇ διατρίβοντες ἰσχυρὰς καὶ ἀσαλεύτους ψυχὰς κέκτηνται. Ὅστις καθ᾿ ἡσυχίαν καθήμενος, ἐπέγνω τὴν ἑαυτοῦ ἀσθένειαν, καὶ μετελθὼν πέπρακεν ὑπακοῇ, οὗτος τυφλὸς ὢν, ἀκόπως πρὸς Χριστὸν ἀνέβλεψε. Στῆτε, στῆτε, καὶ πάλιν ἐρῶ, στῆτε τρέχοντες, ἀδελφοὶ ἀθληταὶ, ἀκούοντες περὶ ὑμῶν τοῦ σοφοῦ ἐκείνου βοῶντος· Ὡς χρυσὸν ὁ Κύριος ἐν χωνευτηρίῳ, μᾶλλον δὲ ἐν κοινοβίῳ ἐδοκίμασεν αὐτοὺς, καὶ ὡς ὁλοκαύτωμα θυσίας προσεδέξατο αὐτοὺς ἐν τοῖς κόλποις αὐτοῦ· ᾧ ἡ δόξα, καὶ τὸ κράτος αἰώνιον σὺν Πατρὶ ἀνάρχῳ καὶ Πνεύματι ἁγίῳ καὶ προσκυνητῷ, Ἀμήν.

Ἰσάριθμος εὐγγελιστῶν βαθμός. Ὁ άθλητὴς στῆκε, τρέχων ἀφόβως. Προέδραμέ ποτε Πέτρου Ἰωάννης· προτέτακται δὲ νῦν ὑπακοὴ μετανοίας. Ὁ μὲν γὰρ προλαβῶν ὑπακοῆς, ὁ δὲ ἕτερος περὶ μετανοίας τύπον καθέστηκεν.


ΣΧΟΛΙΑ ΕΙΣ ΛΟΓΟΝ Δʹ.
Περὶ ὑπακοῆς.
Σχόλιον αʹ.

Ἦυοι πρὸς ἀγωνιστὰς καὶ στρατιώτας τοῦ Χριστοῦ τοὺς πολεμοῦντας κατὰ τῶν δαιμόνων. Πάντας γὰρ οἱ ἀρχαῖοι τοὺς πολεμιστὰς, πύκτας ἐκάλουν, διὰ νὰ