Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/366

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
723724
S. JOANNIS CLIMACI

νησεν, ἀσμένως τῶν τῆς ὁδοιπορίας κόπω ἀναψύξαι βουλόμενος. Μετὰ τρίτην οὖν ἡμέραν λέγει αὐτοῖς ὁ γέρων· Φύσει, ἀδελφοὶ, ἄνθρωπος πόρνος εἰμὶ, καὶ οὐ δύναμαι δέξασθαί τινας ἐξ ὑμῶν. Ἐκεῖνοι δὲ οὐκ ἐσκανδαλίσθησαν· ἐγίνωσκον γὰρ τὴν ἐργασίαν τοῦ γέροντος. Ὡς οὖν πολλὰ παρακαλέσαντες αὐτὸν, πεῖσαι ὅλως οὐκ ἴσχυσαν, τότε ῥίπτουσιν ἑαυτοὺς εἰς τοὺς πόδας αὐτοῦ· δυσωποῦντες κἂν κανονισθῆναι παρ᾿ αὐτοῦ, ὅπως τε καὶ ὅπου καθίσαι ὀφείλουσιν. Εἴξας οὖν ὁ γέρων, καὶ γνοὺς ὅτι μετὰ ταπεινώσεωςκαὶ ὑπακοῆς δέχονται, λέγει τῷ ἑνί· (90) Βούλεταί σε ὁ Κύριος, τέκνον, ἐν ἡσυχαστικῷ τόπῳ μετὰ πατρὸς ἐν ὑποταγῇ καθεσθῆναι. Λέγει καὶ τῷ δευτέρῳ· Ἀπελθὼν πώλησόν σου τὰ θελήματα, καὶ δὸς Θεῷ· καὶ ἆρον τὸν (91) σταυρόν σου, καὶ καρτέρει ἐν συνοδίᾳ καὶ κοινοβίῳ ἀδελφῶν· καὶ πάντως ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Εἶτα καὶ τῷ τρίτῳ λέγει· Ἀναλαβοῦ σὺν τῇ πνοῇ σου ἀχωρίστως τὸν λόγον τὸν φάσκοντα· Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Καὶ ἄπελθε, εἰ δυνατὸν, μὴ ἐάσῃς ἐν ἀνθρώπων φύσει ἐπιπληκτικώτερον, ἢ ἀποτομώτερον τοῦ σοῦ ἐν Κυρίῳ γυμναστοῦ, καὶ καρτερήσας καθ᾿ ἡμέραν πίνε ὡσεὶ μέλι καὶ γάλα μυκτηρισμὸν καὶ χλευασμόν. Ὁ δὲ ἀδελφός φησι πρὸς τὸν μέγαν Ἰωάννην· Κἂν ἐν ἀμελείᾳ, Πάτερ, ὁ τοιοῦτος παρέχεται τί; Ὁ δὲ γέρων· Κἂν (92) πορνεύοντα αὐτὸν θεάσῃ, μὴ ἀποστῇς· ἀλλὰ λέγε καθ᾿ ἑαυτόν· Ἑταῖρε, ἐφ᾿ ᾧ πάρει; Τότε ὄψει ἐκ σοῦ ἀφανιζομένην φυσίωσιν καὶ μαραινομένην πύρωσιν. Ἀγωνισώμεθα δυνάμει πάσῃ πάντες οἱ τὸν Κύριον φοβηθῆναι βουλόμενοι, ἵνα μὴ ἐν τῷ τῆς ἀρετῆς γυμνασίῳ, ἐκεῖσε πονηρίαν ἑαυτοῖς μᾶλλον καὶ κακίαν, δεινότητά τε καὶ πανουργίαν, κακεντρέχειαν, καὶ ὀργὴν ἐπικτησώμεθα. Γίνεται γὰρ, καὶ οὐ θαῦμα. Ἕως μὲν γὰρ ἰδιώτης ἐστὶν, ἢ ναυτικὸς, ἢ γηπόνος ἄνθρωπος, οὐ τοσοῦτον κατ᾿ αὐτοῦ οἱ τοῦ βασιλέως ἐχθροὶ ὁπλίζονται. Ἐπὰν δὲ αὐτὸν τὴν (93) σφραγῖδα λαβόντα καὶ τὴν ἀσπίδα, καὶ τὴν μάχαιραν καὶ τὴν ῥομφαίαν, καὶ τὸ τόξον, καὶ τοῦ στρατιώτου τὸ ἔνδυμα ἠμφιεσμένον θεάσωνται, τότε καὶ αὐτοὶ τοὺς ὀδόντας κατ᾿αὐτοῦ βρύχουσι, καὶ πάντως ἀνελεῖν αὐτὸν δοκιμάζουσι. Διόπερ μὴ ὑπνώ[σ]σωμεν. Ἑώρακα ἄκαιρα καὶ κάλλιστα νήπια ἐν σχολῇ διὰ σοφίαν, καὶ παιδείαν, καὶ ὠφέλειαν παραγενόμενα· καὶ μηδὲν ἐκεῖσε εἰ μὴ δεινότητα καὶ κακίαν παιδευθέντα ἐκ τῆς τῶν λοιπῶν συνδιατριβῆς. Ὁ νοῦν ἔχων νοήσει. Ἀδύνατον τοὺς τέχνην μανθάνοντας ὁλοψύχως μὴ καθ᾿ ἡμέραν προκόπτειν ἐν αὐτῇ· ἀλλ᾿ οἱ μὲν τὴν προκοπὴν ἐπιγινώσκουσιν· οἱ δὲ οἰκονομικῶς ἀγνοοῦσιν. Ἄριστος τραπεζίτης (94) καθ᾿ ἑσπέραν τὸ τῆς ἡμέρας κέρδος ἢ ζημίαν πάντως ψηφίζει· οὐ δύναται δὲ σαφῶς γνῶναι, εἰ μὴ καθ᾿ ὥραν ἐν τῷ πινακιδίῳ σημειοῦται. Τὰ γὰρ καθ᾿ ὥραν λογοθέσια τὸ καθημερινὸν φωτίζουσι· ὅταν ὀνειδιζόμενος, ἢ κατακρινόμενος ὁ ἄφρων δάκνηται, καὶ ἀντιλέγειν δοκιμάζει, ἢ συντόμως τῷ ἐπιπλήττοντι μετάνοιαν δέδωκεν, οὐ ταπεινώσεως χάριν, ἀλλὰ τοὺς ὀνειδι-