Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/365

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
721722
SCALA PARADISI.—GRADUS IV.

ἡγούμενον πλησίον τοῦ μνήματος κελλίον, ἐκεῖ σωφρόνως λοιπὸν ἔζησε, λέγων ἀεὶ τοῖς Πατράσιν, ὅτι Φόνον πεποίηκα. Ἐμοὶ δοκεῖ, Πάτερ Ἰωάννη, τὸν μέγαν τοῦτον Ἰωάννην εἶναι τὸν τῷ νεκρῷ λαλήσαντα. Καὶ ἕτερον γάρ μοι ὡς περὶ ἄλλου τινὸς διηγήσατο ἡ μακαρία αὐτοῦ ψυχή· ἦν δὲ αὐτὸς, ὡς ὕστερον ἀκριβῶς μαθεῖν ἠδυνήθην.

Ἐμαθήτευσε, φησὶν, ἕτερός τις ἐν τῇ αὐτῇ μονῇ τῆς Ἀσίας μοναχῷ τινι πράῳ καὶ ἐπιεικεῖ, καὶ ἡσυχίῳ· καὶ ὁρῶν ἑαυτὸν ὑπὸ τοῦ γέροντος ὡς τιμώμενον καὶ (89) περιφρονούμενον, σκέπτεται καλῶς ὅπερ πολλοῖς σφαλερὸν, καὶ δυσωπεῖ τὸν γέροντα ἀπολῦσαι αὐτόν. Εἶχε γὰρ καὶ ἕτερον μαθητὴν, καὶ οὐ πάνυ ἦν τὸ γινόμενον λυπηρόν. Ἐξέρχεται οὖν ἐξ αὐτοῦ καὶ καθιστᾷ ἑαυτὸν δι᾿ ἐπιστολῆς τοῦ ἐπιστάτου ἔν τινι τῶν κατὰ τὸν Πόντον κοινοβίων· καὶ τῇ πρώτῃ νυκτὶ, καθ᾿ ἣν εἰσῆλθεν εἰς τὸ κοινόβιον, ὁρᾷ κατὰ τοὺς ὕπνους ἑαυτὸν ὑπό τινων λογοθετούμενον, καὶ μετὰ τὸ τέλος τοῦ φοβερωτάτου ἐκείνου λογοθεσίου, λοιπαζόμενον καὶ χρεωστοῦντα χρυσίου λίτρας ἑκατόν. Διυπνισθεὶς οὖν ἔκρινε τὸ ὁραθὲν, καὶ εἶπε· Ταπεινὲ Ἀντίοχε (τοῦτο γὰρ ἦν ὄνομα αὐτῷ), ὄντως πολλὰ λοιπαζόμεθα τοῦ χρέους ἡμῶν. Ὡς οὖν ἔμεινα, φησὶν, ἐν τῷ κοινοβίῳ χρόνους τρεῖς ἐν ἀδιακρίτῳ ὑπακοῇ, ὑπὸ πάντων ὡς ξένος εὐτελιζόμενος καὶ θλιβόμενος (οὐ γὰρ ἦν ἐκεῖσε ἄλλος μοναχὸς ξένος), θεωρῶ πάλιν κατὰ τοὺς ὕπνους τινὰ δόντα μοι ἀπόδειξιν δέκα λιτρῶν τοῦ χρέους μου. Διυπνισθεὶς οὖν, ἔγνων τὸ ὅραμα, καὶ λέγω· Ἀκμὴν δέκα, καὶ πότε ἄρα μέλλω ἀποπληρῶσαι;Τότε λέγω ἐμαυτῷ· Ταπεινὲ Ἀντίοχε, περισσοτέρου κόπου καὶ ἀτιμίας χρεία· ἐκ τότε οὖν ἠρξάμην τὸν ἔξηχον ὑποκρίνεσθαι μὴ μέντοι ἀργῶν τῆς διακονίας τὸ σύνολον· ὅθεν ὁρῶντές με ἐν τῇ αὐτῇ τάξει καὶ προθυμίᾳ οἱ ἀνελεήμονες Πατέρες, πάντα τὰ τῆς μονῆς μοι βαρέα ἔργα ἐπέταττον. Ἐπιμείνας οὖν τῇ τοιαύτῃ διαγωγῇ ἐπὶ δεκατρία ἔτη, εἶδον τοὺς πρώην ὀφθέντας μοι ἐλθόντας αὖθις, καὶ τελείαν ἀμεριμνίαν τοῦ χρέους μοι γράψαντας. Ὅτε οὖν εἰ ἔθλιβόν με, τῆς μονῆς ἔν τινι τοῦ χρέους μου ὑπομιμνησκόμενος, γενναίως ὑπέφερον, ταῦτά μοι ὁ πάνσοφος Ἰωάννης, Πάτερ Ἰωάννη, ὡς ἐκ προσώπου δῆθεν ἄλλου διηγήσατο· διὸ καὶ Ἀντίοχον ἑαυτὸν μετωνόμασεν. Οὗτος δὲ ἦν ὡς ἀληθῶς ὁ τὸ χειρόγραφον δι᾿ ὑπομονῆς διαῤῥήξας γενναίως· οἷος δὲ καὶ γέγονε διακριτικὸς ὁ ὅσιος ἐκ τῆς ἄκρας αὐτοῦ ὑπακοῆς, ἀκούσωμεν.

Καθεζομένῳ τούτῳ ἐν τῇ μονῇ τοῦ ἁγίου Σάββα προσῆλθον τρεῖς νεώτεροι μοναχοὶ μαθητεῦσαι αὐτῷ βουλόμενοι· οὓς ὑποδεξάμενος παραυτίκα ἐφιλοξέ-