Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/352

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
695696
S. JOANNIS CLIMACI

λογιζόμενος, καθώς μοι καὶ αὐτοὶ ἐν τῇ ἐμῇ εἰσόδῳ ἔφησαν· ὅτι ἄχρι τῆς τριακονταετίας δοκιμάζουσι (37) τοὺς ἀποτασσομένους· καὶ δικαίως, πάτερ Ἰωάννηχωρὶς γὰρ δοκιμῆς ὁ χρυσὸς οὐ τελειοῦται. Ἐπιμείνας οὖν ὁ γενναῖος οὗτος Ἀββάκυρος μετὰ τὴν ἐμὴν ἄφιξιν τῷ μοναστηρίῳ διετῆ χρόνον, πρὸς Κύριον ἀπεδήμησε, τοῦτο εἰπὼν τοῖς πατράσιν ἐν τῷ μέλλειν ἐκλείπειν· «Εὐχαριστῶ, εὐχαριστῶ τῷ Κυρίῳ, καὶ ὑμῖν, ὅτι διὰ τὸ πειράζεσθαι εἰς σωτηρίαν μου ἐξ ὑμῶν, ἔμεινα ἐκ δαιμόνων ἀπείραστος ἰδοὺ δεκαεπτὰ ἔτη.»Ὃν καὶ ὡς ὁμολογητὴν μετὰ τῶν ἐκεῖσε κατακειμένων ἁγίων ἀξίως ὁ δικαιοκριτὴς ποιμὴν κατατεθῆναι ἐκέλευσεν.

Ἀδικῶ πάντας [πάντως] τοὺς ζηλωτὰς τῶν καλῶν, εἴπερ σιωπῆς μνήματι θάψω τὸ Μακεδονίου τοῦ πρώτου τῶν ἐκεῖσε διακόνων κατόρθωμα καὶ ἆθλον· οὗτος ὁ μεμελημένος Κυρίῳ ποτὲ τῆς τῶν ἁγίων Θεοφανίων ἑορτῆς καταλαβούσης, λιπαρεῖ τὸν ποιμένα, πρὸ δύο ἡμερῶν ἐν τῇ πόλει Ἀλεξανδρείᾳ εἰσελθεῖν οἰκείας χρείας χάριν τινὸς, ὑποσχόμενος μέντοι θᾶττον ἐξέρχεσθαι τῆς πόλεως, διὰ τὴν τῆς ἑορτῆς ἀκουλουθίαν τε καὶ ἑτοιμασίαν. Ὁ οὖν μισόκαλος διάβολος ἐμπόδιον πεποιηκὼς τῷ ἀρχιδιακόνῳ πεποίηκεν αὐτὸν ἀπολυθέντα τοῦ ἡγουμένου, μὴ καταλαβεῖν τῇ ἁγίᾳ ἑορτῇ ἐν τῇ μονῇ κατὰ τὸν ὅρον, ὃν ἦν ἐκ τοῦ προεστῶτος κομισάμενος (38). Μεθ᾿ ἡμέραν οὖν καταλαβόντα, ἀφορίζει ὁ ποιμὴν τῆς διακονίας, καὶ ἐν τῷ ἐσχάτων ἀρχαρίων κατατάττει χώρᾳ· δέχεται ὁ καλὸς τῆς (39) ὑπομονῆς διάκονος καὶ τῆς καρτερίας ἀρχιδιάκονος, τὸν τοῦ Πατρὸς ὅρον, καὶ ἀλύπως οὕτως, ὡς ἑτέρου ἐπιτιμηθέντος, καὶ οὐκ αὐτοῦ· πεποιηκότα τοίνυν αὐτὸν ἐν τῇ τοιαύτῃ τάξει τεσσαράκοντα ἡμέρας, πάλιν ἐπὶ τὸν ἴδιονβαθμὸν ἀνήγαγε ὁ σοφός· καὶ δὴ μετὰ μίαν ἡμέραν δυσωπεῖται ὑπὸ τοῦ ἀρχιδιακόνου πάλιν ἐν τῇ ἐπιτιμίᾳ, καὶ τῇ πρώην ἀτιμίᾳ καταστῆναι, φήσας αὐτῷ, ὅτι περὶ ἀσυγχώρητόν τι ἐν τῇ πόλει ἔπταισα. Γνοὺς δὲ ὁ ὅσιος ἀληθῆ μὴ λέγειν αὐτῷ, ἀλλὰ ταπεινώσεως χάριν τοῦτο ἐπιζητεῖν, εἶξε τῇ καλῇ ἐπιθυμίᾳ τοῦ ἐργάτου· καὶ ἦν ἰδεῖν πολιὰν αἰδέσιμον ἐν τῇ ἀρχαϊκῇ [τῶν ἀρχαρίων] διάγουσαν τάξει· καὶ πάντας δυσωποῦσαν εἰλικρινῶς ὑπὲρ αὐτοῦ εὔχεσθαι. Ἐπειδὴ, φησὶν, εἰς πορνείαν παρακοῆς πέπτωκα, ἐμοὶ δὲ τῷ ταπεινῷ τεθάῤῥηκεν ὁ μέγας οὗτος Μακεδόνιος, τίνος χάριν τῇ τοιαύτῃ τεταπεινωμένῃ διαγωγῇ ἑκουσίως προσέδραμεν· οὐδέποτε γὰρ κουφισμὸν οὕτως πολέμου παντὸς, καὶ φωτὸς θείου γλυκασμὸν ἐν ἑαυτῷ ὡς νῦν τεθέαμαι (40). Ἀγγέλων, φησὶ, τὸ μὴ πίπτειν, ἴσως καὶ μὴ δυναμένων, ὥς φασί τινες· ἀνθρώπων δὲ τὸ πίπτειν, καὶ θᾶττον ἀνίστασθαι· ὁσάκις τοῦτο καὶ συμβαίη· δαιμόνων δὲ καὶ μόνον, τὸ πεσόντας μὴ ἐγείρεσθαι.