Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/351

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
693694
SCALA PARADISI.—GRADUS IV.

δενώσεως, δι᾿ ἐμπαιγμῶν· τρία γὰρ μέγιστα ἀδικεῖται· πρῶτον μὲν στερούμενος αὐτὸς τοῦ ἐκ τῆς ἐπιτιμήσεως μισθοῦ· δεύτερον δὲ ὅτι καὶ ἄλλους ὠφελεῖν ἐκ τῆς ἑτέρου ἀρετῆς δυνάμενος, οὐκ ἐποίησε· τρίτον, ὃ καὶ βαρύτατον, ὅτι πολλάκις καὶ αὐτοὶ οἱ δοκοῦντες φερέπονοι, καὶ ὑπομονητικοὶ ὑπάρχειν, ἐπὶ χρόνον ἀμεληθέντες, καὶ ὡς δῆθεν ἐνάρετοι, λοιπὸν ὑπὸ τοῦ προεστῶτος μὴ ἐλεγχόμενοι, ἢ ὀνειδιζόμενοι, τῆς προσούσης αὐτοῖς πραότητος, καὶ ὑπομονῆς ἐστερήθησαν. Κἂν γὰρ καλὴ καὶ καρποφόρος καὶ πίων ἐστὶν ἡ γῆ, ἀλλ᾿ οἶδεν λεῖψις ὕδατος ἀτιμίας ὑλομανοῦσαν αὐτὴν ποιεῖν, καὶ ἀκάνθας τύφου, καὶ πορνείας, καὶ ἀφοβίας ἐν αὐτῇ βλαστῆσαι. Τοῦτο γινώσκων ὁ μέγας ἐκεῖνος Ἀπόστολος τῷ Τιμοθέῳ ἐπέστελλεν· Ἐπίστηθι· ἐπενέχθητι· ἐπίπληξον αὐτοὺς εὐκαίρως, ἀκαίρως. Ἐμοῦ δὲ πρὸς τὸν ὁδηγὸν ὄντως ἐκεῖνον ἀντιφιλονεικοῦντος, καὶ τὴν ἀσθένειαν τῆς καθ᾿ ἡμᾶς γενεᾶς προβαλλομένου, καὶ ὡς πολλοὶ ἴσως ἐκ τῆς εἰκῆ, τάχα δὲ καὶ οὐκ εἰκῆ ἐπιπλήξεως τῆς ποίμνης ἀποῤῥήγνυνται· πάλιν ὁ τῆς σοφίας οἶκος ἔλεγε· Ψυχὴ δεθεῖσα διὰ Χριστὸν ἀγάπῃ ποιμένος, καὶ πίστει, μέχρις αἵματος οὐκ ἀφίσταται· μάλιστα εἰ καὶ εὐεργετηθεῖσα ἐπὶ μώλωψί ποτε τυγχάνει παρ᾿ αὐτοῦ· μνημονεύουσα τοῦ φάσκοντος· Οὔτε Ἄγγελοι, οὔτε Ἀρχαὶ, οὔτε Δυνάμεις, οὔτε τις κτίσις ἑτέρα χωρίσαι ἡμᾶς ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ δεδύνηται. Ἡ δὲ μὴ οὕτως δεθεῖσα, καὶ παγεῖσα, καὶ κολληθεῖσα, θαυμάζω, εἰ οὐκ εἰκῆ τὴν ἐν τῷ τόπῳ διατριβὴν διαπεραίνει, ἐπιπλάστῳ, καὶ ἠπατημένῃ ὑποταγῇ συνημμένη· οὐκ ἔψευσται δὲ ἑαυτὸν ἀληθῶς ὁ μέγας· ἀλλὰ καὶ κεκράτηκε, καὶ ὡδήγηκε, καὶ τετελείωκε, καὶ προσενήνοχε Χριστῷ ἄμωμα θύματα. Ἀκούσωμεν σοφίαν Θεοῦ, καὶ θαυμάσωμεν ἐν ὀστρακίνοις σκεύεσιν εὑρημένην.

Ἀγάμενος (35) ἐγὼ ἐκεῖσε παρὼν τήν τινων τῶν νεοπαγῶν πίστιν, καὶ ὑπομονὴν, καὶ ἀδάμαστον καρτερίαν ἐπὶ ταῖς τοῦ προεστῶτος, ἀλλὰ καὶ τῶν λίαν ὑποβεβηκότων· ἠρώτων, οἰκοδομῆς χάριν, τινὰ τῶν ἀδελφῶν πέντε καὶ δέκα ἔτη ἐν τῇ μονῇ ἔχοντα, ὀνόματι Ἀββάκυρον, ὃν καὶ μάλιστα ὑπὸ πάντων σχεδὸν ἀδικούμενον, ἔσθ᾿ ὅτε καθ᾿ ἡμέραν, τῆς τραπέζης ἐκ τῶν ὑπηρετῶν διωκόμενον ἔβλεπον· ἦν γὰρ ἐκ φύσεως μικρὸν πάνυ περὶ τὴν γλῶσσαν ἀκράτητος ἀδελφός. Καὶ πρὸς αὐτὸν ἔλεγον· Ἀδελφὲ Ἀββάκυρε, διὰ τί τῆς τραπέζης καθ᾿ ἡμέραν ἐλαυνόμενόν σε θεωρῶ, καὶ ἄδειπνον πολλάκις κοιμώμενον; Καί φησι· Πίστευσόν μοι, πάτερ, ὅτι (36) δοκιμάζουσί με οἱ πατέρες μου, ἐὰν ποιῶ μοναχὸν, ἐπεὶ οὐκ ἐν ἀληθείᾳ τοῦτο ποιοῦσι· κἀγὼ λοιπὸν γινώσκων τὸν σκοπὸν τοῦ μεγάλου, καὶ αὐτῶν, ὑπομένω πάντα ἀβαρῶς. Καὶ ἰδοὺ δεκαπέντε ἔτη ἔχων τοῦτο