Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/350

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
691692
S. JOANNIS CLIMACI

Ἐν τῇ τραπέζῃ ποτὲ συγκαθημένῳ μοι τῷ με γάλῳ ἐπιστάτῃ, πρὸς τὸ ἐμὸν οὖς κεκλικὼς τὸ ἅγιον αὐτοῦ στόμα φησί. Βούλει σοι δείξω ἐν πολιᾷ βαθυτάτῃ θεϊκὸν φρόνημα; Ἐμοῦ δὲ ἱκετεύσαντος, ὁ δίκαιος ἐκ τῆς δευτέρας τραπέζης Λαυρέντιον τοὔνομα περὶ τὰ τεσσαράκοντα ὀκτὼ ἔτη ἐν τῇ μονῇ ἔχοντα, καὶ δεύτερον τοῦ ἱερατείου πρεσβύτερον ὑπάρχοντα. Ἐλθόντα οὖν, καὶ βαλόντα τῷ ἡγουμένῳ γονυκλισίαν, εὐλογεῖται μὲν παρ᾿ αὐτοῦ· ἀναστάντι δὲ οὐδὲν τὸ σύνολον εἴρηκεν· ἀλλ᾿ εἴασεν αὐτὸν πρὸ τῆς τραπέζης ἑστῶτα, καὶ μὴ ἐσθίοντα ἦν δὲ τοῦ ἀρίστου ἡ εἴσοδος· ὥστε ποιῆσαι περὶ ὥραν μεγάλην, ἢ καὶ δύο ἱστάμενον· ὡς ἐμὲ λοιπὸν αἰδεῖσθαι κἂν εἰς πρόσωπον τοῦ ἐργάτου ἀτενίσαι. Ἦν γὰρ ὁλοπόλιος, ὀγδοηκοστὸν ἄγων χρόνον Ἀναποκρίτου τε ἄχρι τῆς πληρώσεως τῆς ἑστιάσεως μείνοντος· ἀναστάντων ἡμῶν πέμπεται ὑπὸ τοῦ ὁσίου εἰπεῖν τῷ προμνημονευθέντι μεγάλῳ Ἰσιδώρῳ τὴν τοῦ τριακοστοῦ ἐννάτου ψαλμοῦ ἀρχήν. Οὐ παρεῖδον δὲ ἐγὼ ὡς πονηρότατος τὸν γέροντα πειρᾶσαι· ἐρωτήσαντος δέ μου αὐτὸν τί ἄρα παριστάμενος τῇ τραπέζῃ ἐλογίζετο· Τοῦ Χριστοῦ, ἔφη, τὴν εἰκόνα τῷ ποιμένι περιθέμενος, οὐδ᾿ ὅλως ποτὲ ἐξ αὐτοῦ ἐπιτάσσεσθαι λελόγισμαι, ἀλλ᾿ ἐκ Θεοῦ Ὅθεν, πάτερ Ἰωάννη, οὐχ ὡς ἐνώπιον τραπέζης ἀνθρώπων, ἀλλ᾿ ὡς ἐνώπιον θυσιαστηρίου Θεοῦ, καὶ Θεῷ ἱστάμην προσευχόμενος· οὐδ᾿ ὅλως ἔννοιάν τινα πρὸς τὸν ποιμένα πονηρὰν λογισάμενος, ἐκ τῆς πρὸς αὐτόν μου πίστεως καὶ ἀγάπης. Εἴρηκε γάρ τις, ὅτι Ἡ ἀγάπη οὐ λογίζεται τὸ κακόν. Πλὴν κακεῖνα γίνωσκε, Πάτερ ὅτι ἐπάν τις εἰς ἁπλότητα καὶ ἑκουσίαν ἀκακίαν ἐκδῷ, οὐκ ἔτι ἐκεῖ ὁ πονηρὸς χώραν ἢ ὥραν ἀναλαμβάνει. Κύριος ὁ δίκαιος, οἷος καὶ ἦν ὁ τῶν λογικῶν θρεμμάτων σωτὴρ διὰ τοῦ Θεοῦ ἐκεῖνος τοιοῦτον αὐτῷ καὶ οἰκονομοῦντα τὰ τὴν μονὴν ἄλλον πέπομφε· ἦν γὰρ σώφρων εἰ καί τις ἄλλος, πρᾶος, ὡς πάνυ ὀλίγοι. Τούτῳ πρὸς τὴν τῶν λοιπῶν ὠφέλειαν ἐπηνέχθη ὁ γέρων ὁ μέγας εἰκῆ ἐπὶ τοῦ Κυριακοῦ διωχθῆναι αὐτὸν κελεύσας ἀκαίρως. Ἐγὼ δὲ ἐγνωκὼς ἄμεμπτον αὐτὸν εἶναι ἐφ᾿ ᾧ ἐγκλήματι πρὸς αὐτὸν ἔλεγεν ὁ ποιμὴν, κατ᾿ ἰδίαν ὑπὲρ τοῦ οἰκονόμου ἀπολογίαν ἐποιούμην πρὸς τὸν μέγαν. Ὁ δὲ σοφός φησι· Καί γε (κἀγώ)ἔγνωκα, πάτερ, ἀλλ᾿ ὥσπερ οὐ δίκαιον, ἀλλ᾿ ἐλεεινὸν ἐκλιμώττοντος νηπίου τὸν ἄρτον ἐκ στόματος ἀφαρπάσαι· οὕτως καὶ ἑαυτὸν, καὶ τὸν ἐργάτην ὁ ψυχῶν προεστηκὼς, μὴ (βλάπτει vel ζημιοῖ) (34) προξενῶν αὐτῷ στεφάνους, ὅσους καὶ γινώσκει αὐτὸν ὑπομένειν, κατὰ πᾶσαν ὥραν· εἴτε δι᾿ ὕβρεων, εἴτε δι᾿ ἀτιμιῶν, δι᾿ ἐξου-