Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/338

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
667668
S. JOANNIS CLIMACI

σὸν σῶμα. (11) Φίλους δὲ τὰς ἁγίας δυνάμεις, αἵτινες ἐν καιρῷ ἐξόδου ὠφελῆσαί σε δύνανται, ἐὰν φίλοι σου γίνωνται· «Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον,» (12) πόθος Θεοῦ ἀπέσβεσεν πόθον γονέων. Ὁ δὲ λέγων ἀμφότερα ἔχειν, πεπλάνηκεν ἑαυτὸν ἀκούων τοῦ λέγοντος· Οὐδεὶς δύναται (13) δυσὶ κυρίοις δουλεύειν, καὶ τὰ ἑξῆς. Οὐκ ἦλθον, φησὶν ὁ Κύριος, εἰρήνην βαλεῖν ἐπὶ τῆς γῆς (γονέων πρὸς υἱοὺς καὶ ἀδελφοὺς δουλεῦσαί μοι προαιρουμένους), ἀλλὰ μάχην καὶ μάχαιραν, διχάσαι φιλοθέους ἐκ φιλοκόσμων· ὑλικοὺς ἐξ ἀΰλων, φιλοδόξους ἐκ ταπεινοφρόνων. Εὐφραίνεται γὰρ Κύριος ἐπ᾿ ἀμφιβολίᾳ καὶ χωρισμῷ, διὰ τὴν πρὸς αὐτὸν ἀγάπην γινομένῳ. Ὅρα ὅρα, μή πως ὑδάτων τὰ πάντα σοι πεπληρωμένα, φανῇ διὰ τὴν προσπάθειαν τῶν οἰκείων σοι ἀγαπητῶν, καὶ τῷ κατακλυσμῷ φιλονεικίας συναπέλθῃς. Μὴ οἰκτειρήσῃς γονέων ἢ φίλων δάκρυα· εἰ δὲ μὴ, αἰωνίως μέλλεις δακρύειν. Ὁπόταν σε περικυκλώσωσιν ὥσπερ μέλισσαι, μᾶλλον δὲ σφῆκες, θρῆνον οἱ ἴδιοι ποιούμενοι ἐπὶ σοὶ, συντόμως πρὸς τὸν θάνατον, καὶ τὰς πράξεις τὸ τῆς ψυχῆς ὄμμα ἀμεταστρέπτως ἀτένισον, ἵνα (14) πόνον πόνῳ δυνηθῇς ἀποπέμψασθαι. Ὑπισχνοῦνται δολίως ἡμῖν οἱ ἡμῶν, καὶ οὐχ (15) ἡμῶν, πάντα τὰ φίλα διαπράττεσθαι, σκοπὸς δὲ τούτοις τῷ ἀρίστῳ ἡμῶν ἐμποδίσαι δρόμῳ, εἶτ᾿ οὕτως λοιπὸν πρὸς τὸν οἰκεῖον σκοπὸν ἡμᾶς ἐπισπάσασθαι. Ἡ τῶν τόπων ἡμῶν ἀναχώρησις ἔστω, εἰς τὰ ἀπαρακλητικώτερα, καὶ ἀκενοδοξότερα, καὶ ταπεινότερα μέρη· εἰ δὲ μὴ, μετὰ πάθους πετόμεθα. (16) Ἀπόκρυπτε εὐγένειαν, καὶ εὐδοξίαν μὴ ἀναπόμπευε, μή πως εὑρεθῇς ἕτερος μὲν ἐν τῷ σώματι, ἕτερος δὲ ἐν τοῖς πράγμασι διακείμενος. Οὐδεὶς (17) τοσοῦτον τῇ ξενιτείᾳ ἐκδέδωκεν ἑαυτὸν, ὡς ὁ μέγας ἐκεῖνος ὁ ἀκηκοώς· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐξ οἴκου τοῦ πατρός σου· καίπερ ἐν ἀλλογλώσσῳ καὶ βαρβαρώδει γῇ προσκαλούμενος. Ἔστιν ὅταν κατὰ τὸν μέγαν τοῦτον τινὰ ξενιτεύσαντα, ἐπὶ πλεῖον ὁ Κύριος ἐδόξασεν. Πλὴν εἰ καὶ δόξα θεόσδοτος καλὸν αὐτὴν διὰ θυρεοῦ ταπεινώσεως ἀποστρέφεσθαι. Ὁπηνίκα οἱ δαίμονες ὡς ἐπὶ μεγάλῳ κατορθώματι τῇ ξενιτείᾳ ἐπαινοῦσιν ἡμᾶς, ἢ καὶ οἱ ἄνθρωποι, τότε ἡμεῖς τοῦ δι᾿ ἡμᾶς ἐκ τοῦ οὐρανοῦ, εἰς τὴν γῆν ξενιτεύσαντος ἀναλαμβάνωμεν ἔννοιαν, καὶ εὑρήσομεν ἑαυτοὺς εἰς αἰῶνα αἰῶνος ἀναπληροῦν μὴ ἰσχύοντας. Χαλεπὴ ἡ πρός τινα τῶν οἰκείων, ἢ καὶ ξένων προσπάθεια, ἡ δυναμένη κατὰ μικρὸν ἐπὶ τὸν κόσμον ἡμᾶς ἐπισπάσασθαι, καὶ τὸ πῦρ ἡμῶν τῆς κατανύξεως τελείως ἀποψυχρῶσαι. Ὡς ἀμήχανον ἑνὶ μὲν ὀφθαλμῷ εἰς τὸν οὐρανὸν, ἑνὶ δὲ εἰς τὴν γῆν νεύειν, οὕτως ἀδύνατον τὸν μὴ τελείως πάντων τῶν οἰκείων καὶ ἀνοικείων τῷ λογισμῷ καὶ τῷ σώματι ξενιτεύσαντα μὴ κινδυνεῦσαι κατὰ ψυχήν. Κόπῳ πολλῷ καὶ μόχθῳ κατορθοῦταιἐν ἡμῖν ἦθος χρηστὸν καὶ εὐκατάστατον, καὶ τῷ πολλῷ μόχθῳ κατορθούμενον δυνατὸν ἐν μιᾷ ῥοπῇ ἀπολέσθαι· «Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κα-