Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/336

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
663664
S. JOANNIS CLIMACI

παθείας τῶν συγγενῶν, καὶ τῶν τοῦ κόσμου ἀνάπτον, καὶ ἐκκαῖον ἡμᾶς εἰς τὸ εἰσέτι τῇ αὐτῶν προσπαθείᾳ ἐμμένειν. Εὔκαιρον γὰρ τὸ ὑπὸ τῆς ἀγάπης τοῦ Θεοῦ ἐκκαιόμενον πῦρ.

Σχόλιον ιη΄

Πᾶν νόημα πράγματος αἰσθητοῦ, ἐν ᾧ ἐγχρονίζει ὁ νοῦς, πάντως ὅτι πάθος ἔχει πρὸς αὐτὸ δείκνυσι.

Σχόλιον ιθ΄

Τῆς τρυφῆς διὰ τὴν πορνείαν, καὶ τὴν τοῦ νοὸς σκότωσιν· τῆς δὲ πονηρίας διὰ τὸ μεμψίμοιρον.


ΛΟΓΟΣ Γʹ
Περὶ ξενιτείας.

(1) Ξενιτεία ἐστὶ κατάλειψις ἀνεπίστροφος πάντων τῶν ἐν τῇ πατρίδι, πρὸς τὸν τῆς εὐσεβείας σκοπὸν ἡμῖν ἀντιπραττόντων. Ξενιτεία ἐστὶν ἀπαῤῥησίαστον ἦθος, ἄγνωστος σοφία, ἀδημοσίευτος σύνεσις, ἀπόκρυφος βίος, ἀθεώρητος σκοπὸς, ἀφανὴς λογισμὸς, εὐτελείας ὄρεξις, στενοχωρίας ἐπιθυμία, πόθου θείου ὑπόθεσις, ἔρωτος πλῆθος, κενοδοξίας ἄρνησις, σιωπῆς βυθός. Πέφυκέ πως καὶ οὗτος ὁ λογισμὸς ἐν προοιμίοις τοῖς ἐρασταῖς Κυρίου ἀεννάως, καὶ ἐπιτεταμένως διενοχλεῖν, ὡς ἐν θείῳ πυρί· λέγω δὲ ὁ τῶν ἰδίων [Α. οἰκείων] μακρισμὸς, σκοπῶ εὐτελείας, καὶ θλίψεως, προτρεπόμενος τοὺς ἐραστὰς τοῦ τοιούτου καλοῦ. Πλὴν καθ᾿ ὅσον μέγας καὶ ἀξιέπαινός ἐστι, κατὰ τοσοῦτον πολλὴν καὶ τὴν διάκρισιν κέκτηται. Οὐ γὰρ πᾶσα (2) ξενιτεία ἄκρως γενομένη [γινομένη] καλή· εἰ πᾶς προφήτης ἄτιμος ἐν τῇ ἰδίᾳ πατρίδι, ὥς φησιν ὁ Κύριος, σκοπήσωμεν μή πως γένηται ἡμῖν ξενιτεία κενοδοξίας ὑπόθεσις. Ξενιτεία γάρ ἐστιν ὁ (3) πάντων χωρισμὸς, διὰ τὸ τὸν λογισμὸν ποιῆσαι Θεοῦ ἀχώριστον. Ξενιτεία ἐστὶν ἀνεμπλήστου πένθους ἐραστὴς, καὶ ἐργάτης (4). Ξένος ἐστὶν ὁ πάσης ἰδίων καὶ ἀλλοτρίων σχέσεως φυγάς. Μὴ ἀνάμενε ἐπὶ τὴν μονίαν, ἢ ἐπὶ τὴν ξενιτείαν ἐπειγόμενος τὰς φιλοκόσμους ψυχάς· δι᾿ ὅτι ὁ κλέπτης ἀνυπονόητος. Πολλοὶ συσσῶσαι πειραθέντες ῥᾳθύμους καὶ ὀκνηροὺς, συναπώλοντο, τοῦ πυρὸς τῷ χρόνῳ ἀποσβεσθέντος. Δεξάμενος φλόγα τρέχε. Οὐ γὰρ γινώσκεις, τὸ, πότε σβέννυται, καὶ ἐν σκοτίᾳ σε καταλήψει. Ἄλλους μὲν σῶσαι οὐ πάντες ἀπαιτούμεθα. Φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος· Ἆρα οὖν ἕκαστος ἡμῶν ἀδελφοὶ, περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ. Καὶ πάλιν· Ὁ διδάσκων, φησὶν, ἕτερον σεαυτὸν οὐ διδάσκεις. Ὥσπερ ἔλεγε· Περὶ ἄλλων μὲν οὐκ οἶδα, ἑαυτοὺς δὲ πάντες πάντως. Ξενιτεύων ἀσφαλίζου τὸν γυρευτὴν, καὶ φιλήδονον δαίμονα. Ἡ γὰρ ξενιτεία ἀφορμὴν αὐτῷ δίδωσι. Καλὴ ἡ ἀπροσπάθεια, ταύτης δὲ ξενιτεία μήτηρ· ὁ (5) ξενιτεύσας διὰ τὸν Κύριον, οὐκ ἔτι σχέσεις ἔσχηκεν, ἵνα μὴ φανῇ διὰ πάθη πλαζόμενος. Ὁ κόσμου ξενιτεύων, μηκέτι κόσμου προσψαύσῃς· πεφύκασι γὰρ τὰ πάθη φιλεπίστροφα εἶναι. Ἐξορί-