Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/320

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.


ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΙΟΑΝΝΟΥ
ΚΛΙΜΑΞ.
S. P. N. JOANNIS CLIMACI
SCALA PARADISI.
ΠΡΟΛΟΓΟΣ
Τοῦ λόγου, οὗ ἐπωνυμία πλάκες πνευματικαί.

Λόγος ἀσκητικὸς τοῦ ἀββᾶ Ἰωάννου τοῦ ἡγουμένου τῶν ἐν τῷ Σινᾷ ὄρει μοναχῶν, ὃν καὶ ἐπέστειλε τῷ ἀββᾷ Ἰωάννῃ τῷ ἡγουμένω τῆς Ῥαϊθοῦ προτραπεὶς παρ᾿ αὐτοῦ συντάξαι.

ΛΟΓΟΣ ΠΡΩΤΟΣ.
Περὶ (1) ἀποταγῆς βίου.

Τοῦ ἀγαθοῦ καὶ ὑπεραγάθου καὶ παναγάθου ἡμῶν Θεοῦ καὶ βασιλέως (καλὸν γὰρ ἐκ Θεοῦ πρὸς τοὺς Θεοῦ θεράποντας ἄρξασθαι), πάντων τῶν ὑπ᾿ αὐτοῦ κτισθέντων λογικῶν (2) αὐτεξουσιότητος ἀξιώματι τιμηθέντων, οἱ μέν εἰσιν αὐτοῦ φίλοι, οἱ δὲ γνήσιοι δοῦλοι, οἱ δὲ ἀχρεῖοι, οἱ δὲ πάντη ἀπεξενωμένοι, οἱ δὲ, εἰ καὶ ἀσθενεῖς, ὅμως ἀντίδικοι. Καὶ φίλους μὲν κυρίως ἡμεῖς οἱ ἰδιῶται, ὦ ἱερὰ κεφαλή, περὶ Θεοῦ [Θεὸν] ὑπειλήφαμεν, τὰς περὶ αὐτὸν νοεράς τε καὶ ἀσωμάτους οὐσίας· γνησίως [γνησίους] δὲ δούλους, πάντας τοὺς τὸ θέλημα αὐτοῦ ἀόκνως, καὶ ἀπαραλείπτως ποιοῦντας, καὶ ποιήσαντας· ἀχρείους δὲ δούλους, ὅσοι μὲν τοῦ βαπτίσματος ἀξιωθῆναι νομίζουσι, τὰς δὲ πρὸς αὐτὸν συνθήκας γνησίως οὐκ ἐφυλάξαντο· ξένους δ᾿ ἐπὶ [ἀπὸ] Θεοῦ, καὶ ἐχθροὺς νοήσωμεν, ὅσοι ἢ ἄπιστοι, ἢ κακόπιστοι τυγχάνουσι. Πολέμιοι δ᾿ εἰσὶν οἱ μὴ μόνον τὸ τοῦ Κυρίου πρόσταγμα διακρουσάμενοι, καὶ ἐξ ἑαυτῶν ἀποῤῥίψαντες, ἀλλὰ καὶ τοὺς τοῦτο κατεργαζομένους ἰσχυρῶς πολεμοῦντες. Ἐπεὶ οὖν πάντων τῶν προειρημένων ἕκαστος ἴδιόν τινα, καὶ πρέποντα λόγον κέκτηνται, ἡμῖν δὲ τοῖς ἀμαθέσιν οὐ λυσιτελὲς ἐπὶ τοῦ παρόντος τὰ τοιάδε διεξέρχεσθαι, φέρε δὴ, φέρε ἡμεῖς νῦν πρὸς τοὺς εὐσεβῶς ἡμᾶς τυραννήσαντας, καὶ πιστῶς βιασαμένους τοῖς αὐτῶν προστάγμασι, Θεοῦ γνησίους δούλους, τὴν ἑαυτῶν ἀνάξιον χεῖρα δι᾿ ὑπακοῆς ἀδιακρίτου ἐκτείναντες, καὶ παρὰ τῆς αὐτῶν γνώσεως τὸν τοῦ λόγου κάλαμον δεξάμενοι, τῇ (3) σκυθρωπῇ καὶ λαμπούσῃ ταπεινοφροσύνῃ βάψαντες, ἐν ταῖς λείαις, καὶ λευκαῖς αὐτῶν καρδίαις, ὥσπερ ἔν τισι χάρταις,