Μετάβαση στο περιεχόμενο

Σελίδα:Orphica, ed. Eugenius Abel (1885).djvu/92

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
78
ΥΜΝΟΙ. XXXVII. XXXVIII

ὠδίνων ἐπαρωγὲ καὶ ὠδίνων ἀμύητε,
λυσίζωνε, φίλοιστρε, κυνηγέτι, λυσιμέριμνε, 5
εὔδρομος, ἰοχέαιρα, φιλαγρότι, νυκτερόφοιτε,
κλῃσίη, εὐάντητε, λυτηριάς, ἀρσενόμορφε,
ὀρθίη, ὠκυλόχεια, βροτῶν κουροτρόφε δαῖμον,
ἀμβροσίη, χθονίη, θηροκτόνος, ὀλβιόμοιρε,
ἣ κατέχεις ὀρέων δρυμούς, ἐλαφηβόλε, σεμνή, 10
πότνια, παμβασίλεια, καλὸν θάλος αἰὲν ἐοῦσα,
δρυμονίη, σκυλακῖτι, Κυδωνιάς, αἰολόμορφε·
ἐλθέ, θεὰ σώτειρα, φίλη, μύστῃσιν ἅπασιν
εὐάντητος, ἄγουσα καλοὺς καρποὺς ἀπὸ γαίης
εἰρήνην τ’ ἐρατὴν καλλιπλόκαμόν θ’ ὑγίειαν· 15
πέμποις δ’ εἰς ὀρέων κεφαλὰς νούσους τε καὶ ἄλγη.

XXXVII. ΤΙΤΑΝΩΝ, θυμίαμα λίβανον.

Τιτῆνες, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα,
ἡμετέρων πρόγονοι πατέρων, γαίης ὑπένερθεν
οἴκοις Ταρταρίοισι μυχῷ χθονὸς ἐνναίοντες,
ἀρχαὶ καὶ πηγαὶ πάντων θνητῶν πολυμόχθων,
εἰναλίων, πτηνῶν τε καὶ οἳ χθόνα ναιετάουσιν· 5
ἐξ ὑμέων γὰρ πᾶσα πέλει γενεὴ κατὰ κόσμον.
ὑμᾶς κικλήσκω μῆνιν χαλεπὴν ἀποπέμπειν,
εἴ τις ἀπὸ χθονίων προγόνων οἴκοισι πελάσθη.

XXXVIII. ΚΟΥΡΗΤΩΝ, θυμίαμα λίβανον.

Χαλκόκροτοι Κουρῆτες, Ἀρήια τεύχε’ ἔχοντες,
οὐράνιοι χθόνιοί τε καὶ εἰνάλιοι, πολύολβοι,
ζωιογόνοι πνοιαί, κόσμου σωτῆρες ἀγαυοί,
οἵτε Σαμοθρῄκην, ἱερὴν χθόνα, ναιετάοντες
κινδύνους θνητῶν ἀπερύκετε ποντοπλανήτων· 5