Σελίδα:Orphica, ed. Eugenius Abel (1885).djvu/110

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
96
ΥΜΝΟΙ. LXXIII. LXXIV.

Ἄρτεμιν ἡγεμόνην, μεγαλώνυμον, Εὐβουλῆος
αἵματος ἐκγεγαῶσαν, ἀπρόσμαχον εἶδος ἔχουσαν,
τυμβιδίην, πολύπλαγκτον, ἀοίδιμον ἀνθρώποισιν. 5
ἐν σοὶ γὰρ βίοτος θνητῶν παμποίκιλός ἐστιν·
οἷς μὲν γὰρ τεύχεις κτεάνων πλῆθος πολύολβον,
οἷς δὲ κακὴν πενίην θυμῷ χόλον ὁρμαίνουσα.
ἀλλά, θεά, λίτομαί σε μολεῖν βίῳ εὐμενέουσαν,
ὄλβοισι πλήθουσαν ἐπ’ εὐόλβοις κτεάτεσσιν. 10

LXXIII. ΔΑΙΜΟΝΟΣ, θυμίαμα λίβανον.

Δαίμονα κικλήσκω πελάσαι ἡγήτορα φρικτόν,
μειλίχιον Δία, παγγενέτην, βιοδώτορα θνητῶν,
Ζῆνα μέγαν, πολύπλαγκτον, ἀλάστορα, παμβασιλῆα,
πλουτοδότην, ὁπότ’ ἄν γε βρυάζων οἶκον ἐσέλθῃ,
ἔμπαλι δὲ ψύχοντα βίον θνητῶν πολυμόχθων· 5
ἐν σοὶ γὰρ κλῇδες λύπης τε χαρᾶς τ’ ὀχέονται.
τοιγάρ τοι, μάκαρ, ἁγνέ, πολύστονα κήδε’ ἐλάσσας,
ὅσσα βιοφθορίην πέμπει κατὰ γαῖαν ἅπασαν,
εὔδοξον βιοτῆς γλυκερὸν τέλος ἐσθλὸν ὀπάζοις.

LXXIV. ΛΕΥΚΟΘΕΑΣ, θυμίαμα ἀρώματα.

Λευκοθέην καλέω Καδμηίδα, δαίμονα σεμνήν,
εὐδύνατον, θρέπτειραν ἐυστεφάνου Διονύσου.
κλῦθι, θεά, πόντοιο βαθυστέρνου μεδέουσα,
κύμασι τερπομένη, θνητῶν σώτειρα μεγίστη·
ἐν σοὶ γὰρ νηῶν πελαγοδρόμος ἄστατος ὁρμή, 5
μούνη δὲ θνητῶν οἰκτρὸν μόρον εἰν ἁλὶ λύεις,
οἷς ἂν ἐφορμαίνουσα φίλη σωτήριος ἔλθῃς.
ἀλλά, θεὰ δέσποινα, μόλοις ἐπαρωγὸς ἐοῦσα