Σελίδα:On two Greek inscriptions, from Kamiros and Ialysos, in Rhodes, respectively (1878).djvu/4

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
2
ON TWO RHODIAN INRCRIPTIONS.


ΕΔΟΞΕΚΑΜΙΡΕΥΣΙΤΑΣΚΤΟΙΝΑΣΤΑΣΚΑΜΙΡΕΩΝΤΑΣ
ΕΝΤΑΙΝΑΣΩΙΚΑΙΤΑΣΕΝΤΑΙΑΠΕΙΡΩΙΑΝΑΓΡΑΨΑΙΠΑΣΑΣ
ΚΑΙΕΧΘΕΜΕΙΝΕΣΤΟΙΕΡΟΝΤΑΣΑΘΑΝΑΙΑΣΕΣΤΑΛΑΙ
ΑΙΘΙΝΑΙΧΩΡΙΣΧΑΑΚΗΣΕΞΗΜΕΙΝΔΕΚΑΙΧΑΑΚΗΤΑΙΣ
5 ΑΝΑΓΡΑΦΗΜΕΙΝΑΙΚΑΧΡΗΙΖΩΝΤΙΕΑΕΣΘΑΙΔΕΑΝΔΡΑΣ
ΤΡΕΙΣΑΥΤΙΚΑΜΑΑΑΟΙΤΙΝΕΣΕΠΙΜΕΑΗΘΗΣΕΥΝΤΙΤΑΥ
ΤΑΣΤΑΣΠΡΑΞΙΟΣΩΣΤΑΧΙΣΤΑΚΑΙΑΠΟΔΩΣΕΥΝΤΑΙ
ΤΩΙΧΡΗΙΞΟΝΤΙΕΑΑΧΙΣΤΟΥΠΑΡΑΣΧΕΙΝΤΑΝΣΤΑΑΑΝ
ΚΑΙΤΑΣΚΤΟΙΝΑΣΑΝΑΓΡΑΨΑΙΚΑΙΕΓΚΟΑΑΨΑΙΕΝΤΑΙΣΤΑ
10 ΛΑΙΚΑΙΣΤΑΣΑΙΕΝΤΩΙΙΕΡΩΙΤΑΣΑΘΑΝΑΣΚΑΙΠΕΡΙΒΟΛΙΒΩ
ΣΑΙΩΣΕΧΗΙΩΣΙΣΧΥΡΟΤΑΤΑΚΑΙΚΑΛΛΙΣΤΑΤΑΔΕΤΕ
ΛΕΥΜΕΝΑΕΣΤΑΥΤΑΠΑΝΤΑΤΟΝΤΑΜΙΑΝΠΑΡΕΧΕΙΝ
ΕΓΔΕΤΑΥΤΑΝΤΑΝΚΤΟΙΝΑΝΑΠΟΔΕΙΚΝΥΕΙΝΤΟΥΣ
ΚΤΟΙΝΑΤΑΣΜΑΣΤΡΟΝΕΝΤΩΙΙΕΡΩΙΤΩΙΑΓΙΩΤΑΤΩΙ
15 ΕΝΤΑΙΚΤΟΙΝΑΙΚΑΤΑΤΟΝΝΟΜΟΝΤΟΝΤΩΝΡΟΔΙΩΝ
ΤΟΥΤΟΙΔΕΣΥΝΛΕΓΕΣΘΩΝΕΝΚΑΜΙΡΩΙΕΙΣΤΟ
ΙΕΡΟΝΤΑΣΑΘΑΝΑΙΑΣΟΚΚΑΤΟΙΙΕΡΟΠΟΙΟΙΠΑΡΑΓΕ
 ΩΝΤΙΚΑΙΑΘΡΕΟΝΤΩΤΑΙΕΡΑΤΑΚΑΜΙΡΕΩΝ...
 ΤΕΛΗΠΑΝΤΑΑΙΤΙ

Ἔδοξε Καμιρεῦσι, τὰς κτοίνας τὰς Καμιρέων τὰς | ἐν τᾷ νάσῳ καὶ τὰς ἐν τᾷ ἀπείρῳ ἀναγράψαι πάσας | καὶ ἐχθέμειν ἐς τὸ ἱερὸν τᾶς Ἀθαναίας ἐ[ν] στάλᾳ | λιθίνᾳ χωρὶς Χάλ-κης, ἐξήμειν δὲ καὶ Χαλκήταις | ἀναγραφήμειν αἴκα χρηΐ-ζωντι, ἑλέσθαι δὲ ἄνδρας | τρεῖς αὐτίκα μάλα οἵτινες ἐπιμεληθησεῦντι ταύ | τας τᾶς πράξιος ὡς τάχιστα, καὶ ἀποδοσεῦνται | τῷ χρηΐζοντι ἐλαχίστου παρασχεῖν τὰν στάλαν | καὶ τὰς κτοίνας ἀναγράψαι καὶ ἐγκολάψαι ἐν τᾷ στά | λᾳ καὶ στᾶσαι ἐν τῷ ἱερῷ τᾶς Ἀθανᾶς καὶ περι-βολιβῶ | σαι ὡς ἔχῃ ὡς ἰσχυρότατα καὶ κάλλιστα, τά δὲ τε | λεύμενα ἐς ταῦτα πάντα τὸν ταμίαν παρέχειν, | ἐγ δὲ ταυτᾶν τᾶν κτοινᾶν ἀποδεικνύειν τούς | κτοινάτας μάστρον ἐν τῷ ἱερῷ τῷ ἁγιωτάτῳ | ἐν τᾷ κτοίνᾳ κατὰ τὸν νόμον τὸν τῶν Ῥοδίων, | τοῦτοι δὲ συνλεγέσθων ἐν Καμίρῳ εἰς τὸ | ἱερὸν τᾶς Ἀθαναίας ὅκκα τοὶ ἱεροποιοὶ παραγέ | [ν]ωντι καὶ ἀθρεόντω τὰ ἱερὰ τὰ Καμιρέων [τὰ δ | αμο] τελῆ ? πάντα.....