Σελίδα:On two Greek inscriptions, from Kamiros and Ialysos, in Rhodes, respectively (1878).djvu/11

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
9
ON TWO RHODIAN INRCRIPTIONS.

Ἔδοξε τοῖς Μάστροις καὶ Ἰαλυσιοι[ς] | Στράτης Ἀλκιμέ-δοντος εἶπε | ὅπως τὸ ιερὸν καὶ τὸ τέμενος | τᾶς Ἀλεκτρώ-νας εὐαγῆται κα | τὰ τὰ πάτρια, ἐπιμεληθήμειν | τούς ιεροταμίας ὅπως στάλαι | ἐργασθέωντι τρεῖς λίθου λάρτ | ου καὶ ἀναγραφῇ ἐς τὰς στάλα | ς τό τε ψάφι[σ]μα τόδε καὶ ἃ οὐχ ὅ | σιόν ἐντι ἐκ τῶν νόμων ἐσφέ | ρειν οὐδὲ εἰσοδοι-πορεῖν ἐς τὸ τέ | μενος καὶ τὰ ἐπιτίμια τῷ πράσ | σοντι παρὰ τον νόμον, [θ] έμειν δὲ | τὰς στάλας, μίαν μὲν ἐπὶ τᾶς ἐσό | δου τᾶς ἐκ πόλιο[ς] ποτιπορευομέ | νοις, μίαν δὲ ῦπὲρ τ[ὸ] ἱστιατόριον | , ἄλλαν δὲ ἐπὶ τᾶς καταβάσιος τᾶ[ς] | ἐξ Ἀχαΐας π[ό]λιος. | Νομος ἃ οὐχ ὅσιον ἐσίμειν οὐδὲ | ἐσφέρειν ἐς τὸ ἱερὸν καὶ τὸ τέ | μενος τᾶς Ἀλεκτρώνας· μη ἐσί | τω ἵππος, ὄνος, ημίονος, γῖνος | μηδὲ ἄλλο λόφουρον μηθὲν μη | δὲ ἐσαγέτω εἰς τὸ τέμενος μη | θεὶς τούτων μηθὲν μηδὲ ὑποδή | ματα [εἰς]φερέτω μηδὲ ὕειον μη | θὲν· ὅ τι δέ κά τις παρὰ τὸν νόμον | ποιήσῃ τό τε ἱερὸν καὶ τὸ τέμενος | καθαιρέτω καὶ ἐπιρεζέτω ἢ ἔνο | χος ἔστω τᾷ ἀσεβειᾳ· εἰ δέ κα | πρόβατα εἰσβάλῃ, ἀποτεισάτω ὑ | πὲρ ἑκάστου προβά-του ὀβολὸν | ὁ ἐσβάλων· ποταγγελλέτω δὲ | τὸν τούτων τι ποιεῦντα ὁ χρῃ | ζων ἐς τοὺς Μάστρους.