Σελίδα:Lucian, Vol 3.djvu/210

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

τὸν φέρων ταῖς τοῦ γέροντος ἐκείνου διαθήκαις παρενέγραψας, ἀπωλώλεις ἂν ὑπὸ λιμοῦ ἤδη καὶ ἀγορὰν προὐτίθεις τῶν βιβλίων. 20  λοιπὸν οὖν δὴ ἐκεῖνο, πεπεισμένον ὑπὸ τῶν κολάκων ὡς οὐ μόνον καλὸς εἶ καὶ ἐράσμιος ἀλλὰ σοφὸς καὶ ῥήτωρ καὶ συγγραφεὺς οἷος οὐδ’ ἕτερος, ὠνεῖσθαι τὰ βιβλία, ὡς ἀληθεύοις τοὺς ἐπαίνους αὐτῶν. φασὶ δὲ σὲ καὶ λόγους ἐπιδείκνυσθαι αὐτοῖς ἐπὶ δείπνῳ κἀκείνους χερσαίων βατράχων δίκην διψῶντας κεκραγέναι, ἢ μὴ πίνειν, ἢν μὴ διαρραγῶσι βοῶντες.

Καὶ γὰρ οὐκ οἶδ’ ὅπως ῥᾷστος εἶ τῆς ῥινὸς ἕλκεσθαι, καὶ πιστεύεις αὐτοῖς ἅπαντα, ὅς ποτε κἀκεῖνο ἐπείσθης, ὡς βασιλεῖ τινι ὡμοιώθης τὴν ὄψιν, καθάπερ ὁ ψευδαλέξανδρος καὶ ὁ ψευδοφίλιππος ἐκεῖνος κναφεὺς καὶ ὁ κατὰ τοὺς προπάτορας ἡμῶν ψευδονέρων καὶ εἴ τις ἄλλος τῶν ὑπὸ τῷ ψευδο τεταγμένων. 21  καὶ τί θαυμαστὸν εἰ τοῦτο ἔπαθες, ἀνόητος καὶ ἀπαίδευτος ἄνθρωπος, καὶ προῄεις ἐξυπτιάζων καὶ μιμούμενος βάδισμα καὶ σχῆμα καὶ βλέμμα ἐκείνου ᾧ σεαυτὸν εἰκάζων ἔχαιρες, ὅπου καὶ Πύρρον φασὶ τὸν Ἠπειρώτην, τὰ ἄλλα θαυμαστὸν ἄνδρα, οὕτως ὑπὸ κολάκων ἐπὶ τῷ ὁμοίῳ ποτὲ διαφθαρῆναι ὡς πιστεύειν ὅτι ὅμοιος ἦν Ἀλεξάνδρῳ ἐκείνῳ; καίτοι τὸ τῶν μουσικῶν τοῦτο, δὶς διὰ πασῶν τὸ

198