Σελίδα:Lucian, Vol 3.djvu/150

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

ἀπελείφθην, ἀλλὰ πανταχοῦ ἑπομένη ἄνω καὶ κάτω περιηγόμην· καὶ κλεινὸν αὐτὸν καὶ ἀοίδιμον ἐποίουν κατακοσμοῦσα καὶ περιστέλλουσα. καὶ τὰ μὲν ἐπὶ τῆς Ἑλλάδος καὶ τῆς Ἰωνίας μέτρια, εἰς δὲ τὴν Ἰταλίαν ἀποδημῆσαι θελήσαντι αὐτῷ τὸν Ἰόνιον συνδιέπλευσα καὶ τὰ τελευταῖα μέχρι τῆς Κελτικῆς συναπάρασα, εὐπορεῖσθαι ἐποίησα.

Καὶ μέχρι μὲν πολλοῦ πάντα μοι ἐπείθετο καὶ συνῆν ἀεί, μηδεμίαν νύκτα γιγνόμενος ἀπόκοιτος 28  παρ’ ἡμῶν. ἐπεὶ δὲ ἱκανῶς ἐπεσιτίσατο καὶ τὰ πρὸς εὐδοξίαν εὖ ἔχειν αὐτῷ ὑπέλαβεν, τὰς ὀφρῦς ἐπάρας καὶ μέγα φρονήσας ἐμοῦ μὲν ἠμέλησεν, μᾶλλον δὲ τέλεον εἴασεν, αὐτὸς δὲ τὸν γενειήτην ἐκεῖνον, τὸν ἀπὸ τοῦ σχήματος, τὸν Διάλογον, Φιλοσοφίας υἱὸν εἶναι λεγόμενον, ὑπεραγαπήσας μάλα ἐρωτικῶς πρεσβύτερον αὐτοῦ ὄντα, τούτῳ σύνεστιν. καὶ οὐκ αἰσχύνεται τὴν μὲν ἐλευθερίαν καὶ τὸ ἄνετον τῶν ἐν ἐμοὶ λόγων συντεμών, εἰς μικρὰ δὲ καὶ κομματικὰ ἐρωτήματα κατακλείσας ἑαυτόν, καὶ ἀντὶ τοῦ λέγειν ὅ τι βούλεται μεγάλῃ τῇ φωνῇ βραχεῖς τινας λόγους ἀναπλέκων καὶ συλλαβίζων, ἀφ’ ὧν ἀθρόος μὲν ἔπαινος ἢ κρότος πολὺς οὐκ ἂν ἀπαντήσειεν αὐτῷ, μειδίαμα δὲ παρὰ τῶν ἀκουόντων καὶ τὸ ἐπισεῖσαι τὴν χεῖρα ἐντὸς τῶν ὅρων καὶ μικρὰ ἐπινεῦσαι τῇ κεφαλῇ καὶ ἐπιστενάξαι τοῖς λεγομένοις. τοιούτων ἠράσθη ὁ γενναῖος ἐμοῦ καταφρονήσας. φασὶν δὲ αὐτὸν μηδὲ πρὸς τὸν ἐρώμενον τοῦτον εἰρήνην ἄγειν, ἀλλὰ ὅμοια καὶ ἐκεῖνον ὑβρίζειν.

138