ΤΟΙΣ ΑΝΑΓΙΝΩΣΚΟΥΣΙΝ.
wwwwww Αν καὶ ἄλλοι πολλοὶ τῶν θείων πατέρων κατὰ διαφόρους καιροὺς καὶ τόπους πολλὰς καὶ μεγάλας κατώρθωσαν ἀρε τάς, καὶ εἰς τὴν ἐνδεχομένην ἔφθασαν τελειότητα, καί, διε ρευνήσαντες ἀπλανῶς τὰ βάθη τῶν μυστηρίων τοῦ πνεύμα τος, ἐφάνησαν μεγάλοι διδάσκαλοι της μοναχικής πολιτείας, ἀλλ' οὐδεὶς τούτων ἐλάλησεν ἢ συνέγραψεν οὕτως ὡς ὁ ὅσιος ἀββᾶ Ἰσαὰκ ὁ Σύρος· καθότι οὗτος ὁ νηπτικώτατος θεῖος πατὴρ ἐνστερνισάμενος εἰς ἑαυτὸν διὰ πολλῶν καὶ μακρῶν πόνων καὶ ἀγώνων πάσας ὁμοῦ τάς τε πρακτικὰς καὶ πνευ- ματικὰς ἀρετάς, καὶ διὰ τῆς βαθυτέρας θεωρίας εἰσδύσας εἰς τὰ τοῦ πνεύματος ὑπερφυή μυστήρια, συνέγραψε καὶ παρέ δωκεν ἡμῖν τὰ περὶ τοῦ ὑψηλοῦ ἀσκητικοῦ βίου μαθήματα ὡς οὐδεὶς ἄλλος, διὸ καὶ παρὰ πάντων τῶν λοιπῶν πατέρων δικαίως θεωρεῖται εὐθύτατος κανὼν τῆς ἀσκήσεως, καὶ τῆς ἡσυχίας ἐπιστήμων, καὶ λύχνος τῆς διακρίσεως, καὶ ταμεῖον πασῶν τῶν ἀρετῶν, καὶ πνευματικὸς ἀρχιτέκτων, καὶ εὐμέ θοδος διδάσκαλος τῆς τελειότητος. Τούτου τοῦ θείου πατρὸς τὰ σωζόμενα ἀσκητικά Αβρά μιας και Πατρίκιος, οἱ δύο φιλόσοφοι καὶ ἀββάδες τῆς κατὰ τὴν Παλαιστίνην Ἱερᾶς Λαύρας τοῦ ὁσίου πατρὸς ἡμῶν Σάββα, μεταφράσσαντες ἐκ τῆς Συριακῆς γλώσσης εἰς τὴν ἡμετέραν ἀρχαίαν ἑλληνικήν, κατέλιπον τὰ χειρόγραφα ἐν τῇ βιβλιοθήκη τῆς ῥηθείσης ἱερᾶς Λαύρας, κείμενα ἐν σιγῇ ἐπὶ αἰῶνας πολλούς. Κατὰ δὲ τὸ χιλιοστὸν ἑπτακοσιοστὸν ἑβδομηκοστὸν Σ. Ε. εὑρὼν ταῦτα Ἐφραὶμ ὁ σοφὸς καὶ ἐν ἀρεταῖς διαπρέψας τῆς ἁγίας πόλεως Ἱερουσαλὴμ Πατριάρ |
Σελίδα:Isaak Syrian K.Pantokratorinos.pdf/7
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.