στῆ δ’ αὐτῆς προπάροιθεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·
«Ἥρη, πῇ μεμαυῖα κατ’ Οὐλύμπου τόδ’ ἱκάνεις;
ἵπποι δ’ οὐ παρέασι καὶ ἅρματα τῶν κ’ ἐπιβαίης.»
Τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· 300
«ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,
Ὠκεανόν τε, θεῶν γένεσιν καὶ μητέρα Τηθύν,
οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ’ ἀτίταλλον·
τοὺς εἶμ’ ὀψομένη, καί σφ’ ἄκριτα νείκεα λύσω·
ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται 305
εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
ἵπποι δ’ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης
ἑστᾶσ’, οἵ μ’ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.
νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ’ Οὐλύμπου τόδ’ ἱκάνω,
μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ 310
οἴχωμαι πρὸς δῶμα βαθυῤῥόου Ὠκεανοῖο.»
Τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
«Ἥρη, κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,
νῶϊ δ’ ἄγ’ ἐν φιλότητι τραπείομεν εὐνηθέντε.
οὐ γάρ πώ ποτέ μ’ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς 315
θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,
οὐδ’ ὁπότ’ ἠρασάμην Ἰξιονίης ἀλόχοιο,
ἣ τέκε Πειρίθοον θεόφιν μήστωρ’ ἀτάλαντον·
οὐδ’ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,
ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν· 320
οὐδ’ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,
ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν·
οὐδ’ ὅτε περ Σεμέλης οὐδ’ Ἀλκμήνης ἐνὶ Θήβῃ,
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/50
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
14. ΙΛΙΑΔΟΣ Ξ