ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς.»
Ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη,
μειδήσασα δ’ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.
Ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη,
Ἥρη δ’ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, 225
Πιερίην δ’ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν
σεύατ’ ἐφ’ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα,
ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν·
ἐξ Ἀθόω δ’ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα,
Λῆμνον δ’ εἰσαφίκανε πόλιν θείοιο Θόαντος. 230
ἔνθ’ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο,
ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·
«Ὕπνε, ἄναξ πάντων τε θεῶν πάντων τ’ ἀνθρώπων,
ἠμὲν δή ποτ’ ἐμὸν ἔπος ἔκλυες, ἠδ’ ἔτι καὶ νῦν
πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα. 235
κοίμησόν μοι Ζηνὸς ὑπ’ ὀφρύσιν ὄσσε φαεινώ,
αὐτίκ’ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.
δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεί,
χρύσεον· Ἥφαιστος δέ κ’ ἐμὸς πάϊς ἀμφιγυήεις
τεύξει’ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει, 240
τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.»
Τὴν δ’ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος·
«Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο,
ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/47
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
14. ΙΛΙΑΔΟΣ Ξ