βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.»
Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
«Ἀτρεΐδη, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·
οὐλόμεν’ αἴθ’ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου
σημαίνειν, μὴ δ’ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς 85
ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν
ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.
οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν
καλλείψειν, ἧς εἵνεκ’ ὀϊζύομεν κακὰ πολλά;
σίγα, μή τίς τ’ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ 90
μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο
ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν
σκηπτοῦχός τ’ εἴη, καί οἱ πειθοίατο λαοὶ
τοσσοίδ’ ὅσσοισιν σὺ μετ’ Ἀργείοισιν ἀνάσσεις·
νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες· 95
ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς
νῆας ἐϋσσέλμους ἅλαδ’ ἑλκέμεν, ὄφρ’ ἔτι μᾶλλον
Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,
ἡμῖν δ’ αἰπὺς ὄλεθρος ἐπιῤῥέπῃ. οὐ γὰρ Ἀχαιοὶ
σχήσουσιν πόλεμον νηῶν ἅλα δ’ ἑλκομενάων, 100
ἀλλ’ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.
ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.»
Τὸν δ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
«ὦ Ὀδυσεῦ, μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ
ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα 105
νῆας ἐϋσσέλμους ἅλα δ’ ἑλκέμεν υἷας Ἀχαιῶν.
νῦν δ’ εἴη ὃς τῆσδέ γ’ ἀμείνονα μῆτιν ἐνίσποι
ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.»
Τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/42
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
14. ΙΛΙΑΔΟΣ Ξ