Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/291

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
24. ΙΛΙΑΔΟΣ Ω

τοῖσιν δ’ Ἑρμείας ζεῦξ’ ἵππους ἡμιόνους τε, 690
ῥίμφα δ’ ἄρ’ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω.
Ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐϋῤῥεῖος ποταμοῖο,
Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,
Ἑρμείας μὲν ἔπειτ’ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν, 695
οἱ δ’ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε
ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος
ἔγνω πρόσθ’ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,
ἀλλ’ ἄρα Κασσάνδρη, ἰκέλη χρυσῇ Ἀφροδίτῃ,
Πέργαμον εἰσαναβᾶσα φίλον πατέρ’ εἰσενόησεν 700
ἑσταότ’ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην·
τὸν δ’ ἄρ’ ἐφ’ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·
κώκυσέν τ’ ἄρ’ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ·
«ὄψεσθε Τρῶες καὶ Τρῳάδες, Ἕκτορ’ ἰόντες,
εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι 705
χαίρετ’, ἐπεὶ μέγα χάρμα πόλει τ’ ἦν παντί τε δήμῳ.»
Ὣς ἔφατ’, οὐδέ τις αὐτόθ’ ἐνὶ πτόλεϊ λίπετ’ ἀνὴρ
οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος·
ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.
πρῶται τόν γ’ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ 710
τιλλέσθην, ἐπ’ ἄμαξαν ἐΰτροχον ἀΐξασαι,
ἁπτόμεναι κεφαλῆς· κλαίων δ’ ἀμφίσταθ’ ὅμιλος.
καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,
εἰ μὴ ἄρ’ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα· 715
«εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα
ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμονδε.»
Ὣς ἔφαθ’, οἱ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.
οἱ δ’ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα
τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δ’ εἷσαν ἀοιδοὺς 720