Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/29

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
13. ΙΛΙΑΔΟΣ Ν

αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα
γίγνετ’ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.
ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δ’ ἑσπόμενος περὶ δουρὶ 570
ἤσπαιρ’ ὡς ὅτε βοῦς τόν τ’ οὔρεσι βουκόλοι ἄνδρες
ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν·
ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,
ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατ’ ἐγγύθεν ἐλθὼν
ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε. 575
Δηΐπυρον δ’ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασεκόρσην
Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.
ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν
μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε·
τὸν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν. 580
Ἀτρεΐδην δ’ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον·
βῆ δ’ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι
ὀξὺ δόρυ κραδάων· ὁ δὲ τόξου πῆχυν ἄνελκε.
τὼ δ’ ἄρ’ ὁμαρτήδην ὁ μὲν ἔγχεϊ ὀξυόεντι
ἵετ’ ἀκοντίσσαι, ὁ δ’ ἀπὸ νευρῆφιν ὀϊστῷ. 585
Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ
θώρηκος γύαλον, ἀπὸ δ’ ἔπτατο πικρὸς ὀϊστός.
ὡς δ’ ὅτ’ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατ’ ἀλωὴν
θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι,
πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ, 590
ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο
πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.
Ἀτρεΐδης δ’ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος,
τὴν βάλεν ᾗ ῥ’ ἔχε τόξον ἐΰξοον· ἐν δ’ ἄρα τόξῳ
ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος. 595
ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων
χεῖρα παρακρεμάσας· τὸ δ’ ἐφέλκετο μείλινον ἔγχος.