Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/287

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
24. ΙΛΙΑΔΟΣ Ω

Ὣς ἔφατ’, ἔδεισεν δ’ ὁ γέρων καὶ ἐπείθετο μύθῳ.
Πηλεΐδης δ’ οἴκοιο λέων ὣς ἆλτο θύραζε,
οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο,
ἥρως Αὐτομέδων ἠδ’ Ἄλκιμος, οὕς ῥα μάλιστα
τῖ’ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα, 575
οἳ τόθ’ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,
ἐς δ’ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,
κὰδ δ’ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δ’ ἀπ’ ἀπήνης
ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσι’ ἄποινα.
κὰδ δ’ ἔλιπον δύο φάρε’ ἐΰννητόν τε χιτῶνα, 580
ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.
δμῳὰς δ’ ἐκκαλέσας λοῦσαι κέλετ’ ἀμφί τ’ ἀλεῖψαι,
νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,
μὴ ὁ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο
παῖδα ἰδών, Ἀχιλῆϊ δ’ ὀρινθείη φίλον ἦτορ, 585
καί ἑ κατακτείνειε, Διὸς δ’ ἀλίτηται ἐφετμάς.
τὸν δ’ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,
αὐτὸς τόν γ’ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας,
σὺν δ’ ἕταροι ἤειραν ἐϋξέστην ἐπ’ ἀπήνην. 590
ᾤμωξέν τ’ ἄρ’ ἔπειτα, φίλον δ’ ὀνόμηνεν ἑταῖρον·
«μή μοι, Πάτροκλε, σκυδμαινέμεν, αἴ κε πύθηαι
εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα
πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.
σοὶ δ’ αὖ ἐγὼ καὶ τῶνδ’ ἀποδάσσομαι ὅσσ’ ἐπέοικεν.» 595
Ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς,
ἕζετο δ’ ἐν κλισμῷ πολυδαιδάλῳ, ἔνθεν ἀνέστη,
τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον·