Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/278

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
24. ΙΛΙΑΔΟΣ Ω

φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,
δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.»
Ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε μητίετα Ζεύς,
αὐτίκα δ’ αἰετὸν ἧκε, τελειότατον πετεηνῶν, 315
μόρφνον θηρητῆρ’, ὃν καὶ περκνὸν καλέουσιν.
ὅσση δ’ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται
ἀνέρος ἀφνειοῖο, ἐῢ κληῗσ’ ἀραρυῖα,
τόσσ’ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι
δεξιὸς ἀΐξας διὰ ἄστεος· οἱ δὲ ἰδόντες 320
γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
Σπερχόμενος δ’ ὁ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,
ἐκ δ’ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.
πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,
τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν 325
ἵπποι, τοὺς ὁ γέρων ἐφέπων μάστιγι κέλευε
καρπαλίμως κατὰ ἄστυ· φίλοι δ’ ἅμα πάντες ἕποντο
πόλλ’ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.
οἱ δ’ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δ’ ἀφίκοντο,
οἱ μὲν ἄρ’ ἄψοῤῥοι προτὶ Ἴλιον ἀπονέοντο, 330
παῖδες καὶ γαμβροί, τὼ δ’ οὐ λάθον εὐρύοπα Ζῆν
ἐς πεδίον προφανέντε· ἰδὼν δ’ ἐλέησε γέροντα,
αἶψα δ’ ἄρ’ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·
«Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν
ἀνδρὶ ἑταιρίσσαι, καί τ’ ἔκλυες ᾧ κ’ ἐθέλῃσθα, 335
βάσκ’ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν
ὣς ἄγαγ’, ὡς μήτ’ ἄρ τις ἴδῃ μήτ’ ἄρ τε νοήσῃ
τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δ’ ἱκέσθαι.»
Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε διάκτορος Ἀργειφόντης.