Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/276

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
24. ΙΛΙΑΔΟΣ Ω

«σπεύσατέ μοι, κακὰ τέκνα, κατηφόνες· αἴθ’ ἅμα πάντες
Ἕκτορος ὠφέλετ’ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι.
ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους 255
Τροίῃ ἐν εὐρείῃ, τῶν δ’ οὔ τινά φημι λελεῖφθαι,
Μήστορά τ’ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην
Ἕκτορά θ’, ὃς θεὸς ἔσκε μετ’ ἀνδράσιν, οὐδὲ ἐῴκει
ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο.
τοὺς μὲν ἀπώλεσ’ Ἄρης, τὰ δ’ ἐλέγχεα πάντα λέλειπται, 260
ψεῦσταί τ’ ὀρχησταί τε, χοροιτυπίῃσιν ἄριστοι,
ἀρνῶν ἠδ’ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.
οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,
ταῦτά τε πάντ’ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;»
 Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν 265
ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην
καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπ’ αὐτῆς,
κὰδ δ’ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον
πύξινον ὀμφαλόεν, εὖ οἰήκεσσιν ἀρηρός·
ἐκ δ’ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ. 270
καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ,
πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,
τρὶς δ’ ἑκάτερθεν ἔδησαν ἐπ’ ὀμφαλόν, αὐτὰρ ἔπειτα
ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δ’ ἔκαμψαν.
ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπ’ ἀπήνης 275
νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι’ ἄποινα,
ζεῦξαν δ’ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,
τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.
ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς
αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ. 280
Τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι