Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/190

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
20. ΙΛΙΑΔΟΣ Υ

Ὣς φάτ’ ἐποτρύνων, οἱ δ’ ἀντίοι ἔγχε’ ἄειραν
Τρῶες· τῶν δ’ ἄμυδις μίχθη μένος, ὦρτο δ’ ἀϋτή.
καὶ τότ’ ἄρ’ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων· 375
«Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,
ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,
μή πώς σ’ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.»
Ὣς ἔφαθ’, Ἕκτωρ δ’ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν
ταρβήσας, ὅτ’ ἄκουσε θεοῦ ὄπα φωνήσαντος. 380
ἐν δ’ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκήν,
σμερδαλέα ἰάχων, πρῶτον δ’ ἕλεν Ἰφιτίωνα
ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,
ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ
Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ· 385
τὸν δ’ ἰθὺς μεμαῶτα βάλ’ ἔγχεϊ δῖος Ἀχιλλεὺς
μέσσην κὰκ κεφαλήν· ἣ δ’ ἄνδιχα πᾶσα κεάσθη,
δούπησεν δὲ πεσών, ὁ δ’ ἐπεύξατο δῖος Ἀχιλλεύς·
«κεῖσαι, Ὀτρυντεΐδη, πάντων ἐκπαγλότατ’ ἀνδρῶν·
ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστ’ ἐπὶ λίμνῃ 390
Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν,
Ὕλλῳ ἐπ’ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.»
Ὣς ἔφατ’ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.
τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο
πρώτῃ ἐν ὑσμίνῃ· ὁ δ’ ἐπ’ αὐτῷ Δημολέοντα, 395
ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱόν,
νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου.
οὐδ’ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ δι’ αὐτῆς
αἰχμὴ ἱεμένη ῥῆξ’ ὀστέον, ἐγκέφαλος δὲ
ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα. 400
Ἱπποδάμαντα δ’ ἔπειτα καθ’ ἵππων ἀΐξαντα,
πρόσθεν ἕθεν φεύγοντα, μετάφρενον οὔτασε δουρί.