Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/171

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
19. ΙΛΙΑΔΟΣ T

ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν 250
κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.
Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,
κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν
εὔχετο· τοὶ δ’ ἄρα πάντες ἐπ’ αὐτόφιν εἵατο σιγῇ 255
Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος.
εὐξάμενος δ’ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
«ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,
Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θ’ ὑπὸ γαῖαν
ἀνθρώπους τίνυνται, ὅτις κ’ ἐπίορκον ὀμόσσῃ, 260
μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρ’ ἐπένεικα,
οὔτ’ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου.
ἀλλ’ ἔμεν’ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν.
εἰ δέ τι τῶνδ’ ἐπίορκον, ἐμοὶ θεοὶ ἄλγεα δοῖεν
πολλὰ μάλ’, ὅσσα διδοῦσιν ὅτίς σφ’ ἀλίτηται ὀμόσσας.» 265
Ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.
τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα
ῥῖψ’ ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺς
ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα·
«Ζεῦ πάτερ, ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα· 270
οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν
Ἀτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρην
ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺς
ἤθελ’ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι.
νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.» 275
Ὣς ἄρ’ ἐφώνησεν, λῦσεν δ’ ἀγορὴν αἰψηρήν.
οἱ μὲν ἄρ’ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,