τειρόμενοι· ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο.»
Ἡ μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη πόδας ὠκέα Ἶρις,
αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δ’ Ἀθήνη
ὤμοις ἰφθίμοισι βάλ’ αἰγίδα θυσσανόεσσαν,
ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων 205
χρύσεον, ἐκ δ’ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.
ὡς δ’ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρ’ ἵκηται
τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται,
οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ
ἄστεος ἐκ σφετέρου· ἅμα δ’ ἠελίῳ καταδύντι 210
πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δ’ αὐγὴ
γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι,
αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται·
ὣς ἀπ’ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρ’ ἵκανε·
στῆ δ’ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδ’ ἐς Ἀχαιοὺς 215
μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετ’ ἐφετμήν.
ἔνθα στὰς ἤϋσ’, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη
φθέγξατ’· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.
ὡς δ’ ὅτ’ ἀριζήλη φωνή, ὅτε τ’ ἴαχε σάλπιγξ
ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων, 220
ὣς τότ’ ἀριζήλη φωνὴ γένετ’ Αἰακίδαο.
οἱ δ’ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο,
πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι
ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ.
ἡνίοχοι δ’ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ 225
δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος
δαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη.
τρὶς μὲν ὑπὲρ τάφρου μεγάλ’ ἴαχε δῖος Ἀχιλλεύς,
τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τ’ ἐπίκουροι.
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/147
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
18. ΙΛΙΑΔΟΣ Σ