ἕστηκε πρὸ νεῶν· οἱ δ’ ἀλλήλους ὀλέκουσιν
οἱ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος,
οἱ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν
Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ 175
ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε
πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθ’ ἁπαλῆς ἀπὸ δειρῆς.
ἀλλ’ ἄνα, μηδ’ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω
Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι·
σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ.» 180
Τὴν δ’ ἠμείβετ’ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·
«Ἶρι θεά, τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;»
Τὸν δ’ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·
«Ἥρη με προέηκε, Διὸς κυδρὴ παράκοιτις·
οὐδ’ οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος 185
ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.»
Τὴν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχε’ ἐκεῖνοι·
μήτηρ δ’ οὔ με φίλη πρίν γ’ εἴα θωρήσσεσθαι,
πρίν γ’ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι· 190
στεῦτο γὰρ Ἡφαίστοιο πάρ’ οἰσέμεν ἔντεα καλά.
ἄλλου δ’ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω,
εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο.
ἀλλὰ καὶ αὐτὸς ὅ, ἔλπομ’, ἐνὶ πρώτοισιν ὁμιλεῖ,
ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος.» 195
Τὸν δ’ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·
«εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχε’ ἔχονται·
ἀλλ’ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι,
αἴ κέ σ’ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο
Τρῶες, ἀναπνεύσωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν 200
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/146
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
18. ΙΛΙΑΔΟΣ Σ