ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως.»
Ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα·
αὐτίκα δ’ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην,
ἠέλιος δ’ ἐπέλαμψε, μάχη δ’ ἐπὶ πᾶσα φαάνθη· 650
καὶ τότ’ ἄρ’ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·
«σκέπτεο νῦν, Μενέλαε διοτρεφές, αἴ κεν ἴδηαι
ζωὸν ἔτ’ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν,
ὄτρυνον δ’ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα
εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ’ ἑταῖρος.» 655
Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,
βῆ δ’ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο,
ὅς τ’ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τ’ ἄνδρας τ’ ἐρεθίζων,
οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων 660
ἰθύει, ἀλλ’ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες
ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,
καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·
ἠῶθεν δ’ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·
ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος 665
ἤϊε πόλλ’ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ
ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.
πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσ’ ἐπέτελλεν·
«Αἴαντ’, Ἀργείων ἡγήτορε Μηριόνη τε,
νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο 670
μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι
ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.»
Ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος,
πάντοσε παπταίνων ὥς τ’ αἰετός, ὅν ῥά τέ φασιν
ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν, 675
ὅν τε καὶ ὑψόθ’ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/136
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
17. ΙΛΙΑΔΟΣ Ρ