τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.
ἀλλ’ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.»
Τὴν δ’ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος· 560
«Φοῖνιξ, ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη
δοίη κάρτος ἐμοί, βελέων δ’ ἀπερύκοι ἐρωήν·
τώ κεν ἔγωγ’ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν
Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.
ἀλλ’ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδ’ ἀπολήγει 565
χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.»
Ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.
ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,
καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν, 570
ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο
ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμ’ ἀνθρώπου·
τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,
βῆ δ’ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
ἔσκε δ’ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος, 575
ἀφνειός τ’ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ
δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής·
τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος
ἀΐξαντα φόβονδε, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος 580
νεκρὸν ὑπ’ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.
Ἕκτορα δ’ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων,
Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων
ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων·
τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων· 585
«Ἕκτορ, τίς κέ σ’ ἔτ’ ἄλλος Ἀχαιῶν ταρβήσειεν;
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/133
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
17. ΙΛΙΑΔΟΣ Ρ