ἠὲ σαωθήτω· ἡ γὰρ πολέμου ὀαριστύς.
ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης
Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας, 230
ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δ’ αὐτὸς
ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.»
Ὣς ἔφαθ’, οἳ δ’ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν,
δούρατ’ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς
νεκρὸν ὑπ’ Αἴαντος ἐρύειν Τελαμωνιάδαο, 235
νήπιοι· ἦ τε πολέσσιν ἐπ’ αὐτῷ θυμὸν ἀπηύρα.
καὶ τότ’ ἄρ’ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·
«ὦ πέπον, ὦ Μενέλαε διοτρεφές, οὐκέτι νῶϊ
ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.
οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο, 240
ὅς κε τάχα Τρώων κορέει κύνας ἠδ’ οἰωνούς,
ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι,
καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει,
Ἕκτωρ, ἡμῖν δ’ αὖτ’ ἀναφαίνεται αἰπὺς ὄλεθρος.
ἀλλ’ ἄγ’ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.» 245
Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
«ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,
οἵ τε παρ’ Ἀτρεΐδῃς, Ἀγαμέμνονι καὶ Μενελάῳ,
δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος 250
λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.
ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον
ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν·
ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δ’ ἐνὶ θυμῷ
Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.» 255
Ὣς ἔφατ’, ὀξὺ δ’ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας·
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/122
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
17. ΙΛΙΑΔΟΣ Ρ