Ἕκτωρ δ’ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον
ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,
ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ 820
νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
δούπησεν δὲ πεσών, μέγα δ’ ἤκαχε λαὸν Ἀχαιῶν·
ὡς δ’ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,
ὥ τ’ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον
πίδακος ἀμφ’ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω· 825
πολλὰ δέ τ’ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·
ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν
Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,
καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα·
«Πάτροκλ’, ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν, 830
Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν,
νήπιε· τάων δὲ πρόσθ’ Ἕκτορος ὠκέες ἵπποι
ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δ’ αὐτὸς
Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω 835
ἦμαρ ἀναγκαῖον· σὲ δέ τ’ ἐνθάδε γῦπες ἔδονται.
ἆ δείλ’, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,
ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετ’ ἰόντι·
μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε,
νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο 840
αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.
ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.»
Τὸν δ’ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ·
«ἤδη νῦν Ἕκτορ, μεγάλ’ εὔχεο· σοὶ γὰρ ἔδωκε
νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν 845
ῥηιδίως· αὐτοὶ γὰρ ἀπ’ ὤμων τεύχε’ ἕλοντο.
τοιοῦτοι δ’ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,
πάντές κ’ αὐτόθ’ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/112
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
16. ΙΛΙΑΔΟΣ Π