Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/77

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
2. ΙΛΙΑΔΟΣ Β

τῷ δ’ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ’ ἀνὴρ
κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·
Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν· 555
τῷ δ’ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
Αἴας δ’ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,
στῆσε δ’ ἄγων ἵν’ Ἀθηναίων ἵσταντο φάλαγγες.
Οἳ δ’ Ἄργός τ’ εἶχον Τίρυνθά τε τειχιόεσσαν
Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας, 560
Τροιζῆν’ Ἠϊόνας τε καὶ ἀμπελόεντ’ Ἐπίδαυρον,
οἵ τ’ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,
τῶν αὖθ’ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης
καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·
τοῖσι δ’ ἅμ’ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς, 565
Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος·
συμπάντων δ’ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·
τοῖσι δ’ ἅμ’ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
Οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς, 570
Ὀρνειάς τ’ ἐνέμοντο Ἀραιθυρέην τ’ ἐρατεινὴν
καὶ Σικυῶν’, ὅθ’ ἄρ’ Ἄδρηστος πρῶτ’ ἐμβασίλευεν,
οἵ θ’ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν
Πελλήνην τ’ εἶχον ἠδ’ Αἴγιον ἀμφενέμοντο
Αἰγιαλόν τ’ ἀνὰ πάντα καὶ ἀμφ’ Ἑλίκην εὐρεῖαν, 575
τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων
Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι