Οἳ μὲν ἔπειτ’ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
λαοὺς δ’ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν·
οἳ δ’ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,
ἕρδον δ’ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας 315
ταύρων ἠδ’ αἰγῶν παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο·
κνίση δ’ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.
Ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδ’ Ἀγαμέμνων
λῆγ’ ἔριδος τὴν πρῶτον ἐπηπείλησ’ Ἀχιλῆϊ,
ἀλλ’ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε, 320
τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·
«Ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος·
χειρὸς ἑλόντ’ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον·
εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.» 325
Ὣς εἰπὼν προΐει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε·
τὼ δ’ ἀέκοντε βάτην παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο,
Μυρμιδόνων δ’ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,
τὸν δ’ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
ἥμενον· οὐδ’ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς. 330
τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα
στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδ’ ἐρέοντο·
αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
«Χαίρετε, κήρυκες, Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,
ἆσσον ἴτ’· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλ’ Ἀγαμέμνων, 335
ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.
ἀλλ’ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην
καί σφωϊν δὸς ἄγειν· τὼ δ’ αὐτὼ μάρτυροι ἔστων
πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων
καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δ’ αὖτε 340
χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
τοῖς ἄλλοις· ἦ γὰρ ὅ γ’ ὀλοιῇσι φρεσὶ θύει,
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/48
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
1. ΙΛΙΑΔΟΣ Α