Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/47

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
1. ΙΛΙΑΔΟΣ Α

Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε
λίσσομ’ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν
ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.»
Τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· 285
«Ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·
ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,
πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ’ ἀνάσσειν,
πᾶσι δὲ σημαίνειν, ἅ τιν’ οὐ πείσεσθαι ὀΐω·
εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες 290
τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;»
Τὸν δ’ ἄρ’ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς·
«Ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην
εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς·
ἄλλοισιν δὴ ταῦτ’ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε 295
σήμαιν’· οὐ γὰρ ἔγωγ’ ἔτι σοὶ πείσεσθαι ὀΐω.
ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης
οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μ’ ἀφέλεσθέ γε δόντες·
τῶν δ’ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ 300
τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·
εἰ δ’ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἷδε·
αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.»
Ὣς τώ γ’ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν
ἀνστήτην, λῦσαν δ’ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν· 305
Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας
ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·
Ἀτρεΐδης δ’ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,
ἐν δ’ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ’ ἑκατόμβην
βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον 310
εἷσεν ἄγων· ἐν δ’ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.