μύθῳ Ἀθηναίης· ἣ δ’ Οὔλυμπον δὲ βεβήκει
δώματ’ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.
Πηλεΐδης δ’ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·
«Οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλάφοιο, 225
οὔτέ ποτ’ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι
οὔτε λόχον δ’ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν
τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι.
ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
δῶρ’ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ· 230
δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·
ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο.
ἀλλ’ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους
φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, 235
οὐδ’ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε
φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν
ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας
πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος·
ἦ ποτ’ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν 240
σύμπαντας· τότε δ’ οὔ τι δυνήσεαι ἀχνύμενός περ
χραισμεῖν, εὖτ’ ἂν πολλοὶ ὑφ’ Ἕκτορος ἀνδροφόνοιο
θνήσκοντες πίπτωσι· σὺ δ’ ἔνδοθι θυμὸν ἀμύξεις
χωόμενος ὅ τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.»
Ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ 245
χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ’ αὐτός·
Ἀτρεΐδης δ’ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ
ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,
τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·
τῷ δ’ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων 250
ἐφθίαθ’, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ’ ἐγένοντο
ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/45
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
1. ΙΛΙΑΔΟΣ Α