Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/277

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
11. ΙΛΙΑΔΟΣ Λ

νῦν ὀΐω περὶ γούνατ’ ἐμὰ στήσεσθαι Ἀχαιοὺς
λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτ’ ἀνεκτός. 610
ἀλλ’ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορ’ ἔρειο
ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο·
ἤτοι μὲν τά γ’ ὄπισθε Μαχάονι πάντα ἔοικε
τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός·
ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.» 615
Ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ ἑταίρῳ,
βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.
Οἱ δ’ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,
αὐτοὶ μέν ῥ’ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,
ἵππους δ’ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος 620
ἐξ ὀχέων· τοὶ δ’ ἱδρῶ ἀπεψύχοντο χιτώνων
στάντε ποτὶ πνοιὴν παρὰ θῖν’ ἁλός· αὐτὰρ ἔπειτα
ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.
τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη,
τὴν ἄρετ’ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς, 625
θυγατέρ’ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ
ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.
ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν
καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπ’ αὐτῆς
χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον, 630
ἠδὲ μέλι χλωρόν, παρὰ δ’ ἀλφίτου ἱεροῦ ἀκτήν,
πὰρ δὲ δέπας περικαλλές, ὁ οἴκοθεν ἦγ’ ὁ γεραιός,
χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δ’ αὐτοῦ
τέσσαρ’ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
χρύσειαι νεμέθοντο, δύω δ’ ὑπὸ πυθμένες ἦσαν. 635
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
πλεῖον ἐόν, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν.