Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/276

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
11. ΙΛΙΑΔΟΣ Λ

Εὐρύπυλος δ’ ἐπόρουσε καὶ αἴνυτο τεύχε’ ἀπ’ ὤμων. 580
τὸν δ’ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
τεύχε’ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον
ἕλκετ’ ἐπ’ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ
δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.
ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων, 585
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
«ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
στῆτ’ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ
Αἴανθ’, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι
φεύξεσθ’ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλ’ ἄντην 590
ἵστασθ’ ἀμφ’ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.»
Ὣς ἔφατ’ Εὐρύπυλος βεβλημένος· οἱ δὲ παρ’ αὐτὸν
πλησίοι ἔστησαν σάκε’ ὤμοισι κλίναντες
δούρατ’ ἀνασχόμενοι· τῶν δ’ ἀντίος ἤλυθεν Αἴας.
στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων. 595
Ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
Νέστορα δ’ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι
ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.
τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηΐ, 600
εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.
αἶψα δ’ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε
φθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσας
ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δ’ ἄρα οἱ πέλεν ἀρχή.
τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός· 605
«τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο;»
τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ,