τρὶς δ’ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος.
αἶψα δ’ ἄρ’ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·
«Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν, 465
ἀμφί μ’ Ὀδυσσῆος ταλασίφρονος ἵκετ’ ἀϋτή,
τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα
Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.
ἀλλ’ ἴομεν καθ’ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.
δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς 470
ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.»
Ὣς εἰπὼν ὁ μὲν ἦρχ’, ὁ δ’ ἅμ’ ἕσπετο ἰσόθεος φώς.
εὗρον ἔπειτ’ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δ’ ἄρ’ αὐτὸν
Τρῶες ἕπονθ’ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν
ἀμφ’ ἔλαφον κεραὸν βεβλημένον, ὅν τ’ ἔβαλ’ ἀνὴρ 475
ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τ’ ἤλυξε πόδεσσι
φεύγων, ὄφρ’ αἷμα λιαρὸν καὶ γούνατ’ ὀρώρῃ·
αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,
ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν
ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων 480
σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὁ δάπτει·
ὥς ῥα τότ’ ἀμφ’ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γ’ ἥρως
ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.
Αἴας δ’ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, 485
στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.
ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγ’ ὁμίλου
χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.
Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον
Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα, 490
οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/272
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
11. ΙΛΙΑΔΟΣ Λ