Ὣς εἰπὼν οὔτησε κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην.
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, 435
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,
πάντα δ’ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδ’ ἔτ’ ἔασε
Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.
γνῶ δ’ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,
ἂψ δ’ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν· 440
«ἆ δείλ’ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.
ἤτοι μέν ῥ’ ἔμ’ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι·
σοὶ δ’ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
ἤματι τῷδ’ ἔσσεσθαι, ἐμῷ δ’ ὑπὸ δουρὶ δαμέντα
εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ’ Ἄϊδι κλυτοπώλῳ.» 445
Ἦ, καὶ ὃ μὲν φύγαδ’ αὖτις ὑποστρέψας ἐβεβήκει,
τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
δούπησεν δὲ πεσών· ὃ δ’ ἐπεύξατο δῖος Ὀδυσσεύς·
«ὦ Σῶχ’ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο 450
φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδ’ ὑπάλυξας.
ἆ δείλ’ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ
ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλ’ οἰωνοὶ
ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.
αὐτὰρ ἔμ’, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.» 455
Ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος
ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·
αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.
Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμ’ Ὀδυσῆος
κεκλόμενοι καθ’ ὅμιλον ἐπ’ αὐτῷ πάντες ἔβησαν. 460
αὐτὰρ ὅ γ’ ἐξοπίσω ἀνεχάζετο, αὖε δ’ ἑταίρους.
τρὶς μὲν ἔπειτ’ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/271
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
11. ΙΛΙΑΔΟΣ Λ