πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω 405
μοῦνος· τοὺς δ’ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.
ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,
ὃς δέ κ’ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ
ἑστάμεναι κρατερῶς, ἤ τ’ ἔβλητ’ ἤ τ’ ἔβαλ’ ἄλλον.» 410
Ἧος ὁ ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
τόφρα δ’ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,
ἔλσαν δ’ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες.
ὡς δ’ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τ’ αἰζηοὶ
σεύωνται, ὁ δέ τ’ εἶσι βαθείης ἐκ ξυλόχοιο 415
θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,
ἀμφὶ δέ τ’ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων
γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,
ὥς ῥα τότ’ ἀμφ’ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο
Τρῶες· ὁ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην 420
οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,
αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.
Χερσιδάμαντα δ’ ἔπειτα καθ’ ἵππων ἀΐξαντα
δουρὶ κατὰ πρότμησιν ὑπ’ ἀσπίδος ὀμφαλοέσσης
νύξεν· ὁ δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. 425
τοὺς μὲν ἔασ’, ὁ δ’ ἄρ’ Ἱππασίδην Χάροπ’ οὔτασε δουρὶ
αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.
τῷ δ’ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,
στῆ δὲ μάλ’ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν
«ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτ’ ἠδὲ πόνοιο, 430
σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι
τοιώδ’ ἄνδρε κατακτείνας καὶ τεύχε’ ἀπούρας,
ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.»
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/270
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
11. ΙΛΙΑΔΟΣ Λ