Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/225

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
9. ΙΛΙΑΔΟΣ Ι

ὄφρ’ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,
ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν
νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδε γ’ ἑτοίμη, 425
ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·
Φοῖνιξ δ’ αὖθι παρ’ ἄμμι μένων κατακοιμηθήτω,
ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδ’ ἕπηται
αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δ’ οὔ τί μιν ἄξω.»
Ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ 430
μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·
ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ
δάκρυ’ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·
«εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμ’ Ἀχιλλεῦ
βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι 435
πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,
πῶς ἂν ἔπειτ’ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην
οἶος; σοὶ δέ μ’ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς
ἤματι τῷ ὅτε σ’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε
νήπιον οὔ πω εἰδόθ’ ὁμοιΐου πολέμοιο 440
οὐδ’ ἀγορέων, ἵνα τ’ ἄνδρες ἀριπρεπέες τελέθουσι.
τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,
μύθων τε ῥητῆρ’ ἔμεναι πρηκτῆρά τε ἔργων.
ὡς ἂν ἔπειτ’ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι
λείπεσθ’, οὐδ’ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς 445
γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,
οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα
φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,
ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,
τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δ’ ἄκοιτιν 450
μητέρ’ ἐμήν· ἣ δ’ αἰὲν ἐμὲ λισσέσκετο γούνων
παλλακίδι προμιγῆναι, ἵν’ ἐχθήρειε γέροντα.