αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων
Ἀτρεΐδης· τῷ πάντ’ ἀγορευέμεν ὡς ἐπιτέλλω
ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοί, 370
εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν
αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδ’ ἂν ἔμοιγε
τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·
οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·
ἐκ γὰρ δή μ’ ἀπάτησε καὶ ἤλιτεν· οὐδ’ ἂν ἔτ’ αὖτις 375
ἐξαπάφοιτ’ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος
ἐῤῥέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.
ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.
οὐδ’ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη
ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο, 380
οὐδ’ ὅσ’ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδ’ ὅσα Θήβας
Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,
αἵ θ’ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ’ ἀν’ ἑκάστας
ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·
οὐδ’ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε, 385
οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσει’ Ἀγαμέμνων
πρίν γ’ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.
κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,
οὐδ’ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,
ἔργα δ’ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι· 390
οὐδέ μιν ὧς γαμέω· ὁ δ’ Ἀχαιῶν ἄλλον ἑλέσθω,
ὅς τις οἷ τ’ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.
ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδ’ ἵκωμαι,
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/223
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
9. ΙΛΙΑΔΟΣ Ι