Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/174

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
7. ΙΛΙΑΔΟΣ Η

Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
βῆ ῥα κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα
Ἴλιον εἰς ἱερήν· τῇ δ’ ἀντίος ὄρνυτ’ Ἀπόλλων 20
Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·
ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.
τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
«τίπτε σὺ δ’ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο
ἦλθες ἀπ’ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν; 25
ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην
δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.
ἀλλ’ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·
νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα
σήμερον· ὕστερον αὖτε μαχήσοντ’ εἰς ὅ κε τέκμωρ 30
Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ
ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.»
Τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
«ὧδ’ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ
ἦλθον ἀπ’ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς. 35
ἀλλ’ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;»
Τὴν δ’ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
«Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος
ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι, 40
οἳ δέ κ’ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ
οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.»
Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
τῶν δ’ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ
βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι· 45
στῆ δὲ παρ’ Ἕκτορ’ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·
«Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·