Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/167

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
6. ΙΛΙΑΔΟΣ Ζ

εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,
ἔνθά με κῦμ’ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
αὐτὰρ ἐπεὶ τάδε γ’ ὧδε θεοὶ κακὰ τεκμήραντο,
ἀνδρὸς ἔπειτ’ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις, 350
ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλ’ ἀνθρώπων.
τούτῳ δ’ οὔτ’ ἂρ νῦν φρένες ἔμπεδοι οὔτ’ ἄρ’ ὀπίσσω
ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.
ἀλλ’ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδ’ ἐπὶ δίφρῳ
δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν 355
εἵνεκ’ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκ’ ἄτης,
οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω
ἀνθρώποισι πελώμεθ’ ἀοίδιμοι ἐσσομένοισι.»
Τὴν δ’ ἠμείβετ’ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ
«μή με κάθιζ’ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις· 360
ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρ’ ἐπαμύνω
Τρώεσσ’, οἳ μέγ’ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.
ἀλλὰ σύ γ’ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,
ὥς κεν ἔμ’ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.
καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι 365
οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
οὐ γὰρ οἶδ’ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,
ἦ ἤδη μ’ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.»
Ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
αἶψα δ’ ἔπειθ’ ἵκανε δόμους εὖ ναιετάοντας, 370
οὐδ’ εὗρ’ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,
ἀλλ’ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ
πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.
Ἕκτωρ δ’ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν
ἔστη ἐπ’ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν· 375
«εἰ δ’ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·