οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν
ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.
ἔνθ’ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δ’ ἄρα χειρὶ
ἔγχος ἔχ’ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης. 320
τὸν δ’ εὗρ’ ἐν θαλάμῳ περικαλλέα τεύχε’ ἕποντα
ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξ’ ἁφόωντα·
Ἀργείη δ’ Ἑλένη μετ’ ἄρα δμῳῇσι γυναιξὶν
ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.
τὸν δ’ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι· 325
δαιμόνι’ οὐ μὲν καλὰ χόλον τόνδ’ ἔνθεο θυμῷ,
λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος
μαρνάμενοι· σέο δ’ εἵνεκ’ ἀϋτή τε πτόλεμός τε
ἄστυ τόδ’ ἀμφιδέδηε· σὺ δ’ ἂν μαχέσαιο καὶ ἄλλῳ,
ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο. 330
ἀλλ’ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.
Τὸν δ’ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
«Ἕκτορ ἐπεί με κατ’ αἶσαν ἐνείκεσας οὐδ’ ὑπὲρ αἶσαν,
τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι 335
ἥμην ἐν θαλάμῳ, ἔθελον δ’ ἄχεϊ προτραπέσθαι.
νῦν δέ με παρειποῦσ’ ἄλοχος μαλακοῖς ἐπέεσσιν
ὅρμησ’ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ
λώϊον ἔσσεσθαι· νίκη δ’ ἐπαμείβεται ἄνδρας.
ἀλλ’ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω· 340
ἢ ἴθ’, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σ’ ὀΐω.»
Ὣς φάτο, τὸν δ’ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·
τὸν δ’ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·
«δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,
ὥς μ’ ὄφελ’ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ 345
οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/166
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
6. ΙΛΙΑΔΟΣ Ζ