Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/154

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
5. ΙΛΙΑΔΟΣ Ε

ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·
εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδ’ ἀΐδηλος,
καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.»
Ὣς φάτο, καὶ Παιήον’ ἀνώγειν ἰήσασθαι.
τῷ δ’ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων 900
ἠκέσατ’· οὐ μὲν γάρ τι καταθνητός γ’ ἐτέτυκτο.
ὡς δ’ ὅτ’ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν
ὑγρὸν ἐόν, μάλα δ’ ὦκα περιτρέφεται κυκόωντι,
ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.
τὸν δ’ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε· 905
πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.
Αἱ δ’ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο,
Ἥρη τ’ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη,
παύσασαι βροτολοιγὸν Ἄρη’ ἀνδροκτασιάων.