ἡ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,
Ἄρης δ’ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,
φοίτα δ’ ἄλλοτε μὲν πρόσθ’ Ἕκτορος, ἄλλοτ’ ὄπισθε. 595
Τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·
ὡς δ’ ὅτ’ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο,
στήῃ ἐπ’ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι
ἀφρῷ μορμύροντα ἰδών, ἀνά τ’ ἔδραμ’ ὀπίσσω,
ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ· 600
«ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον
αἰχμητήν τ’ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·
τῷ δ’ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·
καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.
ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω 605
εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.»
Ὣς ἄρ’ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.
ἔνθ’ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης
εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε.
τὼ δὲ πεσόντ’ ἐλέησε μέγας Τελαμώνιος Αἴας· 610
στῆ δὲ μάλ’ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥ’ ἐνὶ Παισῷ
ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα
ἦγ’ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.
τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας, 615
νειαίρῃ δ’ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,
δούπησεν δὲ πεσών· ὃ δ’ ἐπέδραμε φαίδιμος Αἴας
τεύχεα συλήσων· Τρῶες δ’ ἐπὶ δούρατ’ ἔχευαν
ὀξέα παμφανόωντα· σάκος δ’ ἀνεδέξατο πολλά.
αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος, 620
ἐσπάσατ’· οὐδ’ ἄρ’ ἔτ’ ἄλλα δυνήσατο τεύχεα καλὰ
ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.
δεῖσε δ’ ὁ γ’ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,
οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε’ ἔχοντες,
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/144
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
5. ΙΛΙΑΔΟΣ Ε